Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[4]
οὐ μὴν ἀλλ᾽ ἴσως τούτοις μὲν εἵμαρται μηδέποτ᾽ εὖ πράττουσιν εὖ φρονῆσαι: ἡμῖν δὲ προσήκει καὶ δι᾽ ἡμᾶς αὐτοὺς καὶ διὰ τἄλλ᾽ ἃ πέπρακται τῇ πόλει, σπουδάσαι δεῖξαι πᾶσιν ἀνθρώποις ὅτι καὶ πρότερον καὶ νῦν καὶ ἀεὶ ἡμεῖς μὲν τὰ δίκαια προαιρούμεθα πράττειν, ἕτεροι δέ τινες καταδουλοῦσθαι βουλόμενοι τοὺς αὑτῶν πολίτας διαβάλλουσιν πρὸς ἡμᾶς.