Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
οὐ λογιζόμενοι τοῦθ᾽ ὅτι τοῦ μὲν ζητῆσαι καὶ λογίσασθαι τὰ βέλτιστα, ὡς ἄνθρωπος, καὶ πρὸς ὑμᾶς εἰπεῖν αὐτὸς ἕκαστός ἐστιν κύριος, τοῦ δὲ πραχθῆναι ταῦτα καὶ συνενεγκεῖν ἐν τῇ τύχῃ τὸ πλεῖστον μέρος γίγνεται. ἔστιν δ᾽ ἄνθρωπον ὄντ᾽ ἀγαπητὸν τῆς αὑτοῦ διανοίας λόγον ὑπέχειν: τῆς δὲ τύχης πρὸς ὑποσχεῖν ἕν τι τῶν ἀδυνάτων.