Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[4]
ὥσπερ ἂν τοίνυν, εἰ νόμισμ᾽ ἐκρίνεθ᾽ ὁποῖόν τί ποτ᾽ ἐστίν, δοκιμάσαι δεῖν ἂν ᾠήθητε, οὕτω καὶ τὸν λόγον ἀξιῶ τὸν εἰρημένον ἐξ ὧν ἀντειπεῖν ἡμεῖς ἔχομεν σκεψαμένους, ἐὰν μὲν συμφέρονθ᾽ εὕρητε, ἀγαθῇ τύχῃ πείθεσθαι, ἂν δ᾽ ἄρ᾽ ἕκαστα λογιζομένοις ἀλλοιότερος φανῇ, πρὶν ἁμαρτεῖν μεταβουλευσαμένους, τοῖς ὀρθῶς ἔχουσιν χρήσασθαι.