Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[4]
πάντ᾽ ἀνηλώκαμεν τὸν χρόνον, κἂν μὲν εἰρήνην τις ἐκ πολέμου ποιήσῃ, τοῦτον μισοῦντες, ἂν δ᾽ ἐξ εἰρήνης πόλεμόν τις λέγῃ, τούτῳ μαχόμενοι, ἂν δ᾽ ἔχειν ἡσυχίαν τις παραινῇ καὶ τὰ ἡμέτερ᾽ αὐτῶν πράττειν, οὐδὲ τοῦτον ὀρθῶς λέγειν φάσκοντες, ὅλως δ᾽ αἰτιῶν καὶ κενῶν ἐλπίδων ὄντες πλήρεις. ‘τί οὖν’, ἄν τις εἴποι, ‘σὺ παραινεῖς, ἐπειδὴ ταῦτ᾽ ἐπιτιμᾷς’; ἐγὼ νὴ Δί᾽ ἐρῶ.