Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἐβουλόμην ἄν, ὦ ἄνδρες Ἀθηναῖοι, τὴν ἴσην σπουδὴν ἐνίους τῶν λεγόντων ποιεῖσθαι ὅπως τὰ βέλτιστ᾽ ἐροῦσιν, ὅσηνπερ ὅπως εὖ δόξουσι λέγειν, ἵν᾽ οὗτοι μὲν ἀντὶ τοῦ δεινοὶ λέγειν ἐπιεικεῖς ἐνομίζοντ᾽ εἶναι, τὰ δ᾽ ὑμέτερα, ὥσπερ ἐστὶν προσῆκον, βέλτιον εἶχεν. νῦν δ᾽ ἔνιοί μοι δοκοῦσι παντάπασι τὴν ἀπὸ τοῦ λόγου δόξαν ἠγαπηκότες τῶν μετὰ ταῦτα συμβησομένων ὑμῖν μηδὲν φροντίζειν.