Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
ἡ μὲν οὖν ἀρχὴ τοῦ ταῦθ᾽ οὕτως ἔχειν ἐκεῖθεν ἤρτηται, ἐκ τοῦ τῆς παραχρῆμα πρὸς ὑμᾶς ἕνεκα χάριτος ἐνίους τῶν λεγόντων ἐνταυθοῖ δημηγορεῖν, ὡς οὔτ᾽ εἰσφέρειν οὔτε στρατεύεσθαι δεῖ, πάντα δ᾽ αὐτόματ᾽ ἔσται. ἔδει μὲν οὖν ταῦθ᾽ ὑπ᾽ ἄλλου τινὸς ἐξελέγχεσθαι μετὰ τοῦ λυσιτελοῦντος [ἐλέγχου] τῇ πόλει: δοκεῖ δέ μοι τρόπον τινὰ καὶ νῦν ἀμείνων ἡ τύχη περὶ ὑμᾶς τῶν ἐφεστηκότων εἶναι.