Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
οἱ μὲν οὖν οὕτω χρώμενοι τῷ συμβουλεύειν δοκοῦσί μοι τὴν ἀπὸ τῶν ῥηθέντων τοῦ δύνασθαι λέγειν δόξαν γιγνομένην αὑτοῖς ἱκανὴν φιλοτιμίαν ἡγεῖσθαι: ἐγὼ δὲ νομίζω χρῆναι τὸν πόλει περὶ πραγμάτων ἐπιχειροῦντα συμβουλεύειν μᾶλλον ὅπως τὰ δόξαντα συνοίσει σκοπεῖν, ἢ πῶς οἱ παραχρῆμα λόγοι χάριν ἕξουσι. δεῖ γὰρ τοῖς ἐπὶ τῶν λόγων εὐδοκιμοῦσι συμφέροντός τινος ἔργου πρᾶξιν προσεῖναι, ἵνα μὴ νῦν μόνον, ἀλλ᾽ ἀεὶ τὰ ῥηθέντα καλῶς ἔχῃ.