Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
ἐγὼ δ᾽ ἡδέως μὲν ἂν ἑώρων, ἃ καὶ συνοίσειν ἔμελλε, ταῦτ᾽ ἐν ἡδονῇ πράττειν ὄνθ᾽ ὑμῖν, ἵνα καὶ χαριζόμενος καὶ χρηστὰ λέγων ἐφαινόμην. ἐπειδὴ δὲ τἀναντί᾽ ὁρῶ τούτων ἐπιχειροῦντας ὑμᾶς, οἴομαι δεῖν ἀντειπεῖν, εἰ καί τισιν μέλλω ἀπεχθήσεσθαι. ἂν μὲν οὖν μηδ᾽ ὑπομείνητ᾽ ἀκοῦσαι μηδὲ ἕν, οὐ τῷ δοκιμάζοντες διαμαρτεῖν, ἀλλὰ τῷ φύσει πονήρ᾽ ἐπιθυμεῖν πράττειν τοιαῦτα προαιρεῖσθαι δόξετε. ἐὰν δ᾽ ἀκούσητε, τυχὸν μὲν ἴσως κἂν μεταπεισθείητε, ὃ μάλιστ᾽ ἐγὼ νομίζω συνενεγκεῖν ἂν ὑμῖν: εἰ δὲ μή, οἱ μὲν ἀγνοεῖν τὸ συμφέρον, οἱ δὲ—ὅ τι ἄν τις βούληται, τοῦτ᾽ ἐρεῖ.