Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[3]
οὐ μὴν ἀλλ᾽ αἱρήσομαι μᾶλλον αὐτός, ἐὰν ἄρα τοῦτο πάθω, δοκεῖν φλυαρεῖν ἢ παρ᾽ ἃ βέλτιστα νομίζω τῇ πόλει, προέσθαι τισὶν ὑμᾶς ἐξαπατῆσαι. τὰ μὲν οὖν ἄλλ᾽ ὕστερον, ἐὰν ὑμῖν βουλομένοις ᾖ, λέξω: ἐκ δὲ τῶν ὁμολογουμένων ὑφ᾽ ἁπάντων ἄρξομαι ἃ κράτιστα νομίζω, διδάσκειν.