Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[3]
χωρὶς δὲ τούτων οὐδὲ καλὴν ὑποψίαν ἔχει ἥκειν μὲν εἰς τὴν ἐκκλησίαν ὡς ἐκ τῶν ῥηθησομένων τὸ κράτιστον ἑλέσθαι δέον, φανῆναι δέ, πρὶν ἐκ τῶν λόγων δοκιμάσαι, παρ᾽ ὑμῖν αὐτοῖς τι πεπεισμένους, καὶ τοῦθ᾽ οὕτως ἰσχυρὸν ὥστε μηδ᾽ ἐθέλειν παρὰ ταῦτ᾽ ἀκούειν.