Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
ἐγὼ γοῦν (οὕτω τί μοι ἀγαθὸν γένοιτο) ἐπειδὴ περὶ τῶν παρόντων ἐπῄει μοι σκοπεῖν, λόγοις μὲν καὶ μάλ᾽ ἀφθόνοις, οὓς οὐκ ἂν ἀηδῶς ἠκούεθ᾽ ὑμεῖς, ἐνετύγχανον. καὶ γὰρ ὡς δικαιότατοι τῶν Ἑλλήνων ἐστέ, πόλλ᾽ <ὄντ᾽> εἰπεῖν καὶ ἑώρων καὶ ὁρῶ, καὶ ὡς ἀρίστων προγόνων, καὶ πολλὰ τοιαῦτα. ἀλλὰ ταῦτα μὲν τὸν χρόνον ἡσθῆναι ποιήσανθ᾽ ὅσον ἂν ῥηθῇ, μετὰ ταῦτ᾽ οἴχεται: