Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
νῦν δ᾽ ἔγωγε, εἴ τις αὐτῶν ἀφέλοι τὸ γιγνώσκεσθαι καὶ τὸ τῇ φωνῇ λέγειν ἀττικιστί, πολλοὺς ἂν οἶμαι τοὺς μὲν Ἀρκάδας, τοὺς δὲ Λάκωνας αὐτῶν εἶναι νομίσαι. ἐγὼ δ᾽ οἶδα μὲν ὡς χαλεπὸν τὸ τὰ βέλτιστα λέγειν ἐστίν: συνεξηπατημένων γὰρ ὑμῶν, καὶ τῶν μὲν ταυτί, τῶν δὲ ταυτὶ βουλομένων, ἐὰν τὰ μεταξύ τις ἐγχειρῇ λέγειν κᾆθ᾽ ὑμεῖς μὴ περιμένητε μαθεῖν, χαριεῖται μὲν οὐδετέροις, διαβεβλήσεται δὲ πρὸς ἀμφοτέρους: