Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
ἡ μὲν οὖν ἀρχὴ τῶν τοιούτων πραγμάτων ἁπάντων ἐστὶν τῶν στρατηγῶν: ὧν οἱ πλεῖστοι τῶν παρ᾽ ὑμῶν ἐκπλεόντων οὐ τοὺς ὑμετέρους φίλους, οὓς διὰ παντὸς τοῦ χρόνου τῶν αὐτῶν κινδύνων μετεσχηκότας παρειλήφασιν, τούτους θεραπεύειν οἴονται δεῖν, ἀλλ᾽ ἰδίους φίλους ἕκαστος ἑαυτῷ κατασκευάσας ὑμᾶς ἀξιοῖ τοὺς αὑτῶν κόλακας καὶ ὑμετέρους ἡγεῖσθαι φίλους: οὗ πᾶν ἐστι τοὐναντίον.