Click on a word to bring up parses, dictionary entries, and frequency statistics
οὐδεὶς πώποτ᾽ ἴσως ὑμῶν ἐζήτησεν, ὦ ἄνδρες Ἀθηναῖοι, τί δήποθ᾽ οἱ κακῶς πράττοντες ἄμεινον περὶ τῶν πραγμάτων τῶν εὖ πραττόντων βουλεύονται. ἔστι δ᾽ οὐχ ἑτέρωθέν ποθεν τοῦτο γιγνόμενον, ἀλλ᾽ ὅτι συμβαίνει τοῖς μὲν μήτε φοβεῖσθαι μηδὲν μήθ᾽ ἅν τις λέγοι δεινὰ προσήκονθ᾽ αὑτοῖς ἡγεῖσθαι, τοὺς δὲ πλησίον ὄντας τῶν ἁμαρτημάτων, ὅταν εἰς τὸ κακῶς πράττειν ἀφίκωνται, σώφρονας πρὸς τὰ λοιπὰ καὶ μετρίους ὑπάρχειν.