Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
ἐπειδὴ δ᾽ ὁρῶ τινὰς ὑμῶν ταὐτὰ μὲν γιγνώσκοντας ἐμοί, τἀναντία δ᾽ ἄλλοις, πειράσομαι μετὰ τούτων τοὺς ἑτέρους πεῖσαι. εἰ μὲν οὖν οἰήσεσθε δεῖν μὴ 'θέλειν ἀκούειν, οὐκ ὀρθῶς ποιήσετε: ἂν δ᾽ ἀκούσητε σιωπῇ καὶ τοῦθ᾽ ὑπομείνητε, δυοῖν ἀγαθοῖν θάτερον ὑμῖν ὑπάρξει: ἢ γὰρ πεισθήσεσθε, ἄν τι δοκῶμεν λέγειν συμφέρον, ἢ βεβαιότερον περὶ ὧν ἐγνώκατ᾽ ἔσεσθε πεπεισμένοι. ἂν γάρ, οἷς τι διαμαρτάνειν οἰόμεθ᾽ ἡμεῖς ὑμᾶς, ταῦτα μηδενὸς ἄξια φανῇ, μετ᾽ ἐλέγχου τὰ δεδογμένα νῦν ὑμεῖς ἔσεσθ᾽ ᾑρημένοι.