Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[3]
ἐγὼ δ᾽ οὐκ ἀποτρέψομαι λέγειν ἃ δοκεῖ μοι, καίπερ <οὕτως> ὁρῶν ἠγμένους ὑμᾶς: καὶ γὰρ εὔηθες, λόγῳ ψυχαγωγηθέντων ὑμῶν οὐκ ὀρθῶς, λόγον αὖ τὸν μέλλοντα βελτίω λέγειν καὶ μᾶλλον συμφέρονθ᾽ ὑμῖν καταδεῖσαι. ἀξιῶ δὲ καὶ ὑμᾶς ὑπομεῖναι, ἐνθυμηθέντας ὅτι οὐδὲ τὰ νῦν δοκοῦντ᾽ ἔδοξεν ἂν ὑμῖν, εἰ μὴ τοὺς λόγους ἠκούσατ᾽ ἐξ ὧν ἐπείσθητε.