Click on a word to bring up parses, dictionary entries, and frequency statistics
οὐδέν᾽, ὦ ἄνδρες Ἀθηναῖοι, τῶν πάντων ὑμῶν οὕτως οἴομαι κακόνουν εἶναι τῇ πόλει ὥστε μὴ χαλεπῶς φέρειν μηδὲ λυπεῖσθαι τοῖς γεγενημένοις. εἰ μὲν τοίνυν ἀγανακτοῦντας ἦν ἄπρακτόν τι ποιῆσαι τούτων, τοῦτ᾽ ἂν ἔγωγε παρῄνουν ὑμῖν ἅπασιν: ἐπειδὴ δὲ ταῦτα μὲν οὐκ ἂν ἄλλως ἔχοι, δεῖ δ᾽ ὑπὲρ τῶν λοιπῶν προνοηθῆναι ὅπως μὴ ταὐτὰ πείσεσθε, ὥσπερ, ὦ ἄνδρες Ἀθηναῖοι, νῦν γεγενημένων ἀγανακτεῖτε, οὕτω χρὴ σπουδάσαι ὑπὲρ τοῦ μὴ πάλιν ταὐτὰ συμβῆναι, καὶ νομίζειν μηδέν᾽ ἔχειν λόγον εἰπεῖν τῶν συμβουλευόντων τοιοῦτον, ὃς δυνήσεται σῷσαι τὰ παρόντα μηδενὸς ὑμῶν μηδὲν συναραμένου: οὐ γὰρ ἂν λόγος, ἀλλὰ θεός τις ὁ τοιοῦτος εἴη.