Click on a word to bring up parses, dictionary entries, and frequency statistics
μεθ᾽ ὑμῶν, ὦ ἄνδρες Ἀθηναῖοι, παρελήλυθα βουλευσόμενος, πότερον χρή με λέγειν ἢ μή. διὸ δ᾽ αὐτὸς τοῦτ᾽ ἀπορῶ κρῖναι, φράσω πρὸς ὑμᾶς. ἀναγκαῖον εἶναί μοι δοκεῖ τῷ μήθ᾽ αὑτῷ μήτε τισὶν χαρίσασθαι βουλομένῳ, ἀλλ᾽ ὑπὲρ ὑμῶν εἰπεῖν ἃ πέπεικεν ἑαυτὸν μάλιστα συμφέρειν, καὶ συνειπεῖν ἃ καλῶς λέγουσιν ἀμφότεροι, καὶ τοὐναντίον ἀντειπεῖν ὅσα μὴ δίκαι᾽ ἀξιοῦσιν. εἰ μὲν οὖν ὑμεῖς ὑπομείναιτ᾽ ἀκοῦσαι ταῦτ᾽ ἀμφότερα διὰ βραχέων, πολλῷ βέλτιον ἂν περὶ τῶν λοιπῶν βουλεύσαισθε: εἰ δὲ πρὶν μαθεῖν ἀποσταίητε, γένοιτ᾽ ἂν ἐμοὶ μηδετέρους ἀδικοῦντι πρὸς ἀμφοτέρους διαβεβλῆσθαι. τοῦτο δ᾽ οὐχὶ δίκαιός εἰμι παθεῖν. ἐὰν μὲν οὖν κελεύητε, ἕτοιμός εἰμι λέγειν: εἰ δὲ μή, καὶ σιωπᾶν ἔχει μοι καλῶς.