Click on a word to bring up parses, dictionary entries, and frequency statistics
μάλιστα μέν, ὦ ἄνδρες Ἀθηναῖοι, βουλοίμην ἂν ὑμᾶς ἃ μέλλω λέγειν πεισθῆναι: εἰ δ᾽ ἄρα τοῦτ᾽ ἄλλῃ πῃ συμβαίνοι, ἐμαυτῷ γ᾽ ἂν εἰρῆσθαι πρὸ παντὸς αὐτὰ δεξαίμην. ἔστι δ᾽ οὐ μόνον, ὡς δοκεῖ, τὸ πρὸς ὑμᾶς εἰπεῖν χαλεπὸν τὰ δέοντα, ἀλλὰ καὶ καθ᾽ αὑτὸν σκοπούμενον εὑρεῖν. γνοίη δ᾽ ἄν τις, εἰ μὴ τὸν λόγον ὑμᾶς, ἀλλὰ τὰ πράγματ᾽ ἐφ᾽ ὧν ἐστε σκέψεσθαι νομίσαι, καὶ πλείω σπουδὴν τοῦ δοκεῖν ἐπιεικὴς εἶναι ἢ τοῦ δεινὸς εἰπεῖν φανῆναι ποιοῖτο.