Click on a word to bring up parses, dictionary entries, and frequency statistics
οὐχὶ ταὐτὰ γιγνώσκειν, ὦ ἄνδρες Ἀθηναῖοι, παρίσταταί μοι, ὅταν τε τὸ τῆς πολιτείας ὄνομ᾽ ὑμῶν ἀκούσω, καὶ ὅταν τὸν τρόπον ὃν προσφέρονταί τινες ὑμῶν τοῖς ὑπὲρ ταύτης λέγουσιν ἴδω. τὴν μὲν γὰρ πολιτείαν δημοκρατίαν, ὥσπερ ἅπαντες ἴστε, ὀνομάζετε, τῶν δὲ τἀναντία ταύτῃ λεγόντων ἐνίους ἥδιον ἀκούοντας ὁρῶ.