Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
ὑμεῖς τοίνυν οἱ πολλοί, καὶ μάλισθ᾽ οἱ πρεσβύτατοι, λέγειν μὲν οὐκ ὀφείλεθ᾽ ὁμοίως δύνασθαι τοῖς δεινοτάτοις: τῶν γὰρ εἰθισμένων τοῦτο τὸ πρᾶγμα: νοῦν δ᾽ ἔχειν ὀφείλεθ᾽ ὁμοίως καὶ μᾶλλον τούτων: αἱ γὰρ ἐμπειρίαι καὶ τὸ πόλλ᾽ ἑορακέναι τοῦτ᾽ ἐμποιοῦσι. μὴ τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι, φανῆτ᾽ ἀγνοοῦντες ἐν τῷ παρόντι νῦν ὅτι αἱ διὰ τῶν λόγων ἀνδρεῖαι καὶ θρασύτητες, ἐὰν μὴ μεθ᾽ ὑπαρχούσης ὦσι παρασκευῆς καὶ ῥώμης, ἀκοῦσαι μέν εἰσιν ἡδεῖαι, πράττειν δ᾽ ἐπικίνδυνοι.