Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[3]
ταὐτὸ δὴ τοῦτό μοι πάλιν δοκεῖτε πείσεσθαι, εἰ μὴ παρασχόντες ἴσους ἀκροατὰς πάντων ὑμᾶς αὐτοὺς ἐν τῷ παρόντι, καὶ τοῦτον τὸν πόνον ὑπομείναντες, ἑλόμενοι τὰ κράτιστα τοὺς ὁτιοῦν τούτοις ἐπιτιμῶντας φαύλους νομιεῖτε. ἐγὼ μὲν δὴ δίκαιον ὑπείληφα πρῶτον ἁπάντων αὐτὸς εἰπεῖν, τί μοι δοκεῖ περὶ ὧν σκοπεῖσθε, ἵνα, ἂν μὲν ὑμῖν ἀρέσκῃ, καὶ τὰ λοιπὰ διδάσκω, εἰ δὲ μή, μήθ᾽ ὑμῖν ἐνοχλῶ μήτ᾽ ἐμαυτὸν κόπτω.