Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
εἰ μὲν οὖν ἕτεροί τινες ἦσαν ἐν οἷς ἐγίγνονθ᾽ οἱ λόγοι περὶ ὑμῶν, οὔτε τούτους ἂν οἶμαι ῥᾳδίως οὕτω ψεύδεσθαι, οὔτε τοὺς ἀκούοντας πολλὰ τῶν εἰρημένων ἀνασχέσθαι. νῦν δὲ τἄλλα τ᾽ οἶμαι τῆς ὑμετέρας πλεονεκτοῦσιν εὐηθείας ἅπαντες, καὶ δὴ καὶ τοῦτο νῦν οὗτοι: ἀκροαταῖς γὰρ ἐχρήσαντο καθ᾽ ὑμῶν ὑμῖν οἵοις οὐδέσιν ἂν τῶν ἄλλων, ἀκριβῶς οἶδα τοῦτ᾽ ἐγώ.