Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
βουλοίμην δ᾽ ἂν ὑμᾶς, εἰ καὶ μηδὲ δι᾽ ἓν τῶν ἄλλων, δι᾽ ἐκεῖν᾽ ὑπομεῖναι τοὺς λόγους ἀμφοτέρων, ἵν᾽ ἐὰν μὲν ὀρθότερον φανῇ τις λέγων ὧν ὑμεῖς ὡρμήκατε, χρήσησθε τούτῳ, ἂν δ᾽ ἀπολειφθῇ καὶ μὴ δύνηται διδάξαι, δι᾽ αὑτόν, ἀλλὰ μὴ δι᾽ ὑμᾶς οὐκ ἐθέλοντας ἀκούειν τοῦτο πεπονθέναι δοκῇ. ἔτι δ᾽ οὐδὲ πάθοιτ᾽ ἂν ἀηδὲς οὐδὲν τοσοῦτον, εἰ πολλά τινος ληροῦντος ἀκούσαιτε, ὅσον εἰ τῶν δεόντων τι λέγειν ἔχοντός τινος εἰπεῖν κωλύσαιτε.