Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
τὴν μὲν οὖν αἰτίαν δι᾽ ἣν ταῦτα ποιοῦσιν, ἴσως ἀνόητον ἀκριβῶς ζητεῖν [εἴη ἂν] ἐν τῷ παρόντι: ὅτι δ᾽ ὑμῖν οὐχὶ συμφέρει, διὰ τοῦτ᾽ ἐπιτιμῶ. ἐγὼ δ᾽ οὔτε κατηγορήσω τήμερον οὐδενός, οὔθ᾽ ὑποσχήσομαι τοιοῦτ᾽ οὐδὲν ὃ μὴ παραχρῆμ᾽ ἐπιδείξω, οὐδ᾽ ὅλως τῶν αὐτῶν τούτοις οὐδὲν ποιήσω: ἀλλ᾽ ἃ βέλτιστα μὲν τοῖς πράγμασιν, συμφέροντα δὲ τοῖς βουλευομένοις ὑμῖν ἡγοῦμαι, ταῦθ᾽ ὡς ἂν δύνωμαι διὰ βραχυτάτων εἰπὼν καταβήσομαι.