Click on a word to bring up parses, dictionary entries, and frequency statistics
καὶ βραχεῖαν, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ δικαίαν ποιήσομαι τὴν ἀρχὴν τοῦ λόγου: καὶ οὕτω δὲ τὰ πάντ᾽ ἐρῶ. ἡγοῦμαι γὰρ ἐξαπατᾶν μὲν εἶναι βουλομένου σκοπεῖν ὅντιν᾽ ὑμᾶς τρόπον τοὺς ἀκούοντας τὰ τοῦ πράγματος δυσχερῆ τῷ λόγῳ συγκρύψεται, ἁπλῶς δὲ πεπεικότος αὑτὸν ὑμῖν προσφέρεσθαι τοῦτο πρῶτον εἶναι, εἰπεῖν πότερ᾽ ἐγνωκὼς παρελήλυθεν,