next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Ορος ἐστὶ Πυρήνη διῆκον ἀπὸ τῆς Τυρρηνικῆς θαλάσσης ἐπὶ τὸν βόρειον ὠκεανόν, οἰκοῦσι δ᾽ αὐτοῦ πρὸς μὲν ἕω Κελτοί, ὅσοι Γαλάται τε καὶ Γάλλοι νῦν προσαγορεύονται, πρὸς δὲ δύσεων Ἴβηρές τε καὶ Κελτίβηρες, ἀρχόμενοι μὲν ἀπὸ τοῦ Τυρρηνικοῦ πελάγους, περιιόντες δ᾽ ἐν κύκλῳ διὰ τῶν Ἡρακλείων στηλῶν ἐπὶ τὸν βόρειον ὠκεανόν. οὕτως ἐστὶν Ἰβηρία περίκλυστος, ὅτι μὴ τῇ Πυρήνῃ μόνῃ, μεγίστῳ τῶν Εὐρωπαίων ὀρῶν καὶ ἰθυτάτῳ σχεδὸν ἁπάντων: τοῦ δὲ περίπλου τοῦδε τὸ μὲν Τυρρηνικὸν πέλαγος διαπλέουσιν ἐπὶ τὰς στήλας τὰς Ἡρακλείους, τὸν δ᾽ ἑσπέριον καὶ τὸν βόρειον ὠκεανὸν οὐ περῶσιν, ὅτι μὴ πορθμεύεσθαι μόνον ἐπὶ Βρεττανούς, καὶ τοῦτς ταῖς ἀμπώτεσι τοῦ πελάγους συμφερόμενοι: ἔστι δ᾽ αὐτοῖς διάπλους ἥμισυ ἡμέρας, καὶ τὰ λοιπὰ οὔτε Ῥωμαῖοι οὔτε τὰ ἔθνη τὰ ὑπὸ Ῥωμαίοις πειρῶνται τοῦδε τοῦ ὠκεανοῦ. μέγεθος δὲ τῆς Ἰβηρίας, τῆς Ἱσπανίας νῦν ὑπὸ τινῶν ἀντὶ Ἰβηρίας λεγομένης, ἐστὶ πολὺ καὶ ἄπιστον ὡς ἐν χώρᾳ μιᾷ, ὅπου τὸ πλάτος μυρίους σταδίους ἀριθμοῦσι, καὶ ἔστιν αὐτῇ τὸ πλάτος ἀντὶ μήκους. ἔθνη τε πολλὰ καὶ πολυώνυμα αὐτὴν οἰκεῖ, καὶ ποταμοὶ πολλοὶ ῥέουσι ναυσίποροι.


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: