previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[40] ὡς δὲ κατέπλευσε τῆς Ἰβηρίας ἐς τὸ καλούμενον Ἐμπόριον Κάτων, οἱ μὲν πολέμιοι πάντοθεν ἐπ᾽ αὐτὸν ἐς τετρακισμυρίους ἀγηγέρατο, δ᾽ ἐπὶ μέν τι τὴν στρατιὰν ἐγύμναζεν, ὡς δ᾽ ἔμελλε συνενεχθήσεσθαι μάχῃ, τὰς ναῦς ἃς εἶχεν ἐς Μασσαλίαν ἀπέπεμψε, καὶ τὸν στρατὸν ἐδίδασκεν οὐ τοῦτο εἶναι φοβερόν, ὅτι πλήθει προύχουσιν οἱ πολέμιοι ῾τὴν γὰρ εὐψυχίαν ἀεὶ τοῦ πλέονος ἐπικρατεῖν̓, ἀλλ᾽ ὅτι νεῶν ἀποροῦμεν, ὡς οὐκ ἔχειν, εἰ μὴ κρατοῖμεν, οὐδὲ σωτηρίαν. ταῦτ᾽ εἰπὼν αὐτίκα συνέβαλεν, οὐκ ἐπελπίσας, ὥσπερ ἕτεροι, τὸν στρατόν, ἀλλὰ φοβήσας. γενομένης δ᾽ ἐν χερσὶ τῆς μάχης, ἐς πάντα μετεπήδα παρακαλῶν καὶ παροξύνων. ἀκρίτου δ᾽ αὐτῆς ἐς δείλην ἑσπέραν ἔτι οὔσης, καὶ πολλῶν πιπτόντων ἑκατέρωθεν, ἔς τινα λόφον ὑψηλὸν μετὰ τριῶν τάξεων ἐφέδρων ἀνέδραμε, τὸ ἔργον ὁμοῦ πᾶν ἐποψόμενος. ὡς δὲ εἶδε τοὺς μέσους τῶν ἰδίων μάλιστα ἐνοχλουμένους, ὥρμησεν ἐς αὐτοὺς προκινδυνεύων, ἔργῳ τε καὶ βοῇ συνετάραξε τοὺς ἐχθρούς, καὶ πρῶτος κατῆρξε τῆς νίκης. διώξας τε νυκτὸς ὅλης ἐκράτησεν αὐτῶν τοῦ στρατοπέδου, καὶ πολλοὺς ἀπέκτεινεν. ἐπανιόντι δ᾽ ὡς ἡγεμόνι τῆς νίκης συνήδοντο συμπλεκόμενοι. καὶ μετὰ τοῦτο ἀνέπαυε τὴν στρατιάν, καὶ τὰ λάφυρα ἐπίπρασκεν.


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: