previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[34] μετὰ δὲ τοῦθ᾽ μὲν Σκιπίων ἐς ἀρρωστίαν ἐνέπεσε, καὶ Μάρκιος αὐτῷ διῴκει τὸ στρατόπεδον: ὅσοι δὲ τῶν στρατιωτῶν ὑπ᾽ ἀσωτίας ἀναλώκεσαν τὰ πεπορισμένα, ἡγούμενοι τῶν μὲν πόνων οὐδὲν ἄξιον ηὑρῆσθαι παρὰ τὸ μηδὲν ἔχειν, σφετερίζεσθαι δ᾽ αὐτῶν τὰ ἔργα καὶ τὴν δόξαν Σκιπίωνα, ἀφίσταντο ἀπὸ τοῦ Μαρκίου καὶ ἐφ᾽ ἑαυτῶν ἐστρατοπέδευον. ἔκ τε τῶν φρουρίων αὐτοῖς πολλοὶ συνέτρεχον, καὶ παρὰ Μάγωνός τινες ἀργύριον φέροντες ἔπειθον αὐτοὺς ἐς τὸν Μάγωνα μεταθέσθαι. οἱ δὲ τὸ μὲν ἀργύριον ἔλαβον, στρατηγοὺς δ᾽ ἀπὸ σφῶν ἑλόμενοι καὶ ταξιάρχους, καὶ τἆλλα διακοσμηθέντες, ἐφ᾽ ἑαυτῶν ἐτάσσοντο καὶ συνώμνυον ἀλλήλοις. πυθόμενος δ᾽ Σκιπίων ἐπέστελλεν ἐν μέρει μὲν τοῖς ἀφεστηκόσιν ὅτι διὰ τὴν νόσον αὐτοὺς οὐκ ἀμείψαιτό πω, ἐν μέρει δὲ τοῖς ἄλλοις, ἵνα μεταπείθωσιν αὐτοὺς πλανωμένους, κοινῇ δ᾽ ἅπασιν ἐπιστολὴν ἄλλην ὡς ἤδη συνηλλαγμένοις, ὅτι αὐτοὺς αὐτίκα ἀμείψεται. καὶ ἐκέλευεν εὐθὺς ἥκειν ἐπὶ σῖτον ἐς Καρχηδόνα.


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
hide References (1 total)
  • Cross-references to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: