previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[38] στρατηγοὺς δὲ Ἰβηρίας ἐτησίους ἐς τὰ ἔθνη τὰ εἰλημμένα ἔπεμπον ἀπὸ τοῦδε ἀρξάμενοι, μικρὸν πρὸ τῆς τετάρτης καὶ τεσσαρακοστῆς καὶ ἑκατοστῆς ὀλυμπιάδος, ἁρμοστὰς ἐπιστάτας αὐτοῖς τῆς εἰρήνης ἐσομένους. καὶ αὐτοῖς Σκιπίων ὀλίγην στρατιὰν ὡς ἐπὶ εἰρήνῃ καταλιπών, συνῴκισε τοὺς τραυματίας ἐς πόλιν, ἣν ἀπὸ τῆς Ἰταλίας Ἰταλικὴν ἐκάλεσε: καὶ πατρίς ἐστι Τραϊανοῦ τε καὶ Ἀδριανοῦ τῶν ὕστερον Ῥωμαίοις ἀρξάντων τὴν αὐτοκράτορα ἀρχήν. αὐτὸς δὲ ἐς Ῥώμην ἐπὶ στόλου πολλοῦ διέπλει, λαμπρῶς τε κεκοσμημένου καὶ καταγέμοντος αἰχμαλώτων ὁμοῦ καὶ χρημάτων καὶ ὅπλων καὶ λαφύρων ποικίλων. καὶ πόλις αὐτὸν ἐπιφανῶς ἐξεδέχετο μετὰ δόξης ἀοιδίμου τε καὶ παραλόγου διά τε νεότητα καὶ ταχυεργίαν καὶ μέγεθος εὐπραξίας. οἵ τε φθονοῦντες αὐτῷ τὴν πάλαι κουφολογίαν ὡμολόγουν ἐς ἔργον ἀποβῆναι. καὶ Σκιπίων μὲν θαυμαζόμενος ἐθριάμβευεν, Ἰνδίβιλις δὲ οἰχομένου τοῦ Σκιπίωνος αὖθις ἀφίστατο. καὶ αὐτὸν οἱ στρατηγοὶ τῆς Ἰβηρίας, τὸν στρατὸν ἀγείραντες ὅσος αὐτοῖς ἦν περὶ τὰ φρούρια, καὶ δύναμιν ἄλλην ἀπὸ τῶν ὑπηκόων συναγαγόντες, ἔκτειναν. τοὺς δ᾽ αἰτίους τῆς ἀποστάσεως ἐς κρίσιν παραγαγόντες θανάτῳ μετῆλθον, καὶ τὰ ὄντα αὐτοῖς ἐδήμευσαν. τά τε ἔθνη τὰ συναράμενα αὐτῷ χρήμασιν ἐζημίωσαν, καὶ τὰ ὅπλα αὐτῶν παρείλοντο, καὶ ὅμηρα ᾔτησαν, καὶ φρουρὰς δυνατωτέρας αὐτοῖς ἐπέστησαν. καὶ τάδε μὲν ἦν εὐθὺς μετὰ Σκιπίωνα, καὶ πρώτη Ῥωμαίων ἐς Ἰβηρίαν πεῖρα ἐς τοῦτο ἔληγε.


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
hide References (3 total)
  • Cross-references to this page (3):
    • A Dictionary of Greek and Roman Antiquities (1890), IMPE´RIUM
    • Dictionary of Greek and Roman Geography (1854), ITA´LIA
    • Smith's Bio, Indi'bilis
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: