previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[16] θέμενοι δ᾽ οἱ Καρχηδόνιοι πρὸς Σύφακα εἰρήνην, αὖθις ἐξέπεμπον ἐς Ἰβηρίαν Ἀσδρούβαν μετὰ πλέονος στρατοῦ καὶ ἐλεφάντων τριάκοντα, καὶ σὺν αὐτῷ ἄλλους δύο στρατηγούς, Μάγωνά τε καὶ Ἀσδρούβαν ἕτερον, ὃς Γέσκωνος ἦν υἱός. καὶ χαλεπώτερος ἦν τοῖς Σκιπίωσιν πόλεμος ἀπὸ τοῦδε, ἐκράτουν δὲ καὶ ὥς. καὶ πολλοὶ μὲν τῶν Λιβύων, πολλοὶ δὲ τῶν ἐλεφάντων ἐφθάρησαν, μέχρι χειμῶνος ἐπιλαβόντος οἱ μὲν Λίβυες ἐχείμαζον ἐν Τυρδιτανίᾳ, τῶν δὲ Σκιπιώνων μὲν Γναῖος ἐν Ὄρσωνι, δὲ Πόπλιος ἐν Καστολῶνι. ἔνθα αὐτῷ προσιὼν Ἀσδρούβας ἀπηγγέλθη: καὶ προελθὼν τῆς πόλεως μετ᾽ ὀλίγων ἐς κατασκοπὴν στρατοπέδου, ἔλαθε πλησιάσας τῷ Ἀσδρούβᾳ, καὶ αὐτὸν ἐκεῖνος καὶ τοὺς σὺν αὐτῷ πάντας ἱππεῦσι περιδραμὼν ἀπέκτεινεν. δὲ Γναῖος οὐδέν τι προμαθὼν ἐς τὸν ἀδελφὸν ἐπὶ σῖτον ἔπεμπε στρατιώτας, οἷς ἕτεροι Λιβύων συντυχόντες ἐμάχοντο. καὶ πυθόμενος Γναῖος ἐξέδραμεν ὡς εἶχε μετὰ τῶν εὐζώνων ἐπ᾽ αὐτούς. οἱ δὲ τούς τε προτέρους ἀνῃρήκεσαν ἤδη, καὶ τὸν Γναῖον ἐδίωκον, ἕως ἐσέδραμεν ἔς τινα πύργον. καὶ τὸν πύργον ἐνέπρησαν οἱ Λίβυες, καὶ Σκιπίων κατεκαύθη μετὰ τῶν συνόντων.


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
  • Cross-references to this page (2):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: