previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[9] δὲ καὶ ταῦτα προεώρα, καὶ τὰς ἐκείνων δίκας ἀρχὴν ἐφ᾽ ἑαυτὸν οὖσαν ἐπιβουλῆς: οὐδ᾽ ἠξίου τὴν ἔχθραν, ὥσπερ πατὴρ καὶ κηδεστής, ἐσαεὶ καὶ μετὰ φόβου διαφέρειν, οὐδ᾽ ἐπὶ τῷ Καρχηδονίων κουφόνῳ μέχρι παντὸς εἶναι, ῥᾳδίως ἐς εὐεργέτας πρὸς ἀχαριστίαν τρεπομένων. ἐλέγετο δὲ καὶ παῖς ὢν ἔτι ὑπὸ τοῦ πατρὸς ὁρκωθῆναι ἐπὶ ἐμπύρων ἄσπειστος ἐχθρὸς ἔσεσθαι Ῥωμαίοις, ὅτε ἐς πολιτείαν παρέλθοι. διὰ δὴ ταῦτ᾽ ἐπενόει μεγάλοις καὶ χρονίοις πράγμασι τὴν πατρίδα περιβαλών, καὶ καταστήσας ἐς ἀσχολίας καὶ φόβους, τὸ ἑαυτοῦ καὶ τὰ τῶν φίλων ἐν ἀδεεῖ θέσθαι. Λιβύην μὲν οὖν εὐσταθοῦσαν ἑώρα, καὶ Ἰβήρων ὅσα ὑπήκοα ἦν: εἰ δὲ πρὸς Ῥωμαίους πόλεμον αὖθις ἀναρριπίσειεν, οὗ μάλιστα ἐπεθύμει, ἐδόκει Καρχηδονίους μὲν ἐν φροντίσι καὶ φόβοις ἔσεσθαι μακροῖς, αὐτὸς δέ, εἴτε κατορθώσειεν, ἐπὶ κλέους ἀθανάτου γενήσεσθαι, τὴν πατρίδα τῆς οἰκουμένης γῆς ἄρχουσαν ἀποφήνας ῾οὐ γὰρ εἶναί τινας ἀντιμάχους αὐτοῖς ἐπὶ Ῥωμαίοις᾿, εἴτε καὶ πταίσειε, μεγάλην καὶ ὣς τὸ ἐγχείρημα αὐτῷ δόξαν οἴσειν.


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
hide References (1 total)
  • Cross-references to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: