previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[45] στρατηγὸς οὖν ἐπ᾽ αὐτοὺς Νωβελίων ἐπέμπετο μετὰ στρατιᾶς οὐ πολὺ τρισμυρίων ἀνδρῶν ἀποδεούσης: ὃν ἐπειδὴ σφίσιν οἱ Σεγηδαῖοι προσιόντα ἔγνωσαν, οὔπω τὸ τεῖχος ἐκτελέσαντες ἔφευγον ἐς Ἀρουακοὺς μετὰ παίδων καὶ γυναικῶν, καὶ σφᾶς ὑποδέχεσθαι τοὺς Ἀρουακοὺς παρεκάλουν. οἱ δὲ ὑποδέχονταί τε, καὶ Κάρον αὑτῶν Σεγηδαῖον, πολεμικὸν εἶναι νομιζόμενον, αἱροῦνται στρατηγόν. δὲ τρίτῃ μετὰ τὴν χειροτονίαν ἡμέρᾳ δισμυρίους πεζοὺς καὶ ἱππέας πεντακισχιλίους ἔς τινα λόχμην ἐνεδρεύσας παροδεύουσι τοῖς Ῥωμαίοις ἐπέθετο, καὶ τῆς μάχης ἐπὶ πολὺ ἀγχωμάλου γενομένης ἐκράτει τε λαμπρῶς, καὶ Ῥωμαίων τῶν ἐξ ἄστεος ἔκτεινεν ἐς ἑξακισχιλίους, ὡς μέγα τῇ πόλει γενέσθαι τὸ ἀτύχημα. ἀτάκτου δὲ αὐτῷ τῆς διώξεως ἐπὶ τῇ νίκῃ γενομένης, οἱ τὰ σκευοφόρα Ῥωμαίων φυλάσσοντες ἱππεῖς ἐπέδραμον, καὶ Κάρον τε αὐτὸν ἀριστεύοντα ἔκτειναν καὶ ἑτέρους ἀμφ᾽ αὐτόν, οὐκ ἐλάσσους καὶ οἵδε τῶν ἑξακισχιλίων, μέχρι νὺξ ἐπελθοῦσα διέλυσεν. ἐγίγνετο δὲ ταῦθ᾽ ὅτε Ῥωμαῖοι τῷ Ἡφαίστῳ τὴν ἑορτὴν ἄγουσιν: ὅθεν οὐδεὶς ἂν ἑκὼν ἄρξειεν ἐξ ἐκείνου μάχης παρὰ τήνδε τὴν ἡμέραν.


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
hide References (1 total)
  • Cross-references to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: