[69]
τοὺς σὺν αὐτῷ πάντας ἐχειροκόπησεν, Οὐρίατθον δὲ διώκων Ἐρισάνην αὐτοῦ πόλιν ἀπετάφρευεν, ἐς ἣν ὁ Οὐρίατθος ἐσδραμὼν νυκτὸς ἅμα ἕῳ τοῖς ἐργαζομένοις ἐπέκειτο, μέχρι τὰ σκαφεῖα ῥίψαντες ἔφευγον. τήν τε ἄλλην στρατιάν, ἐκταχθεῖσαν ὑπὸ τοῦ Σερουιλιανοῦ, τρεψάμενος ὁμοίως Οὐρίατθος ἐδίωκε, καὶ συνήλασεν ἐς κρημνούς, ὅθεν οὐκ ἦν τοῖς Ῥωμαίοις διαφυγεῖν. Οὐρίατθος δὲ ἐς τὴν εὐτυχίαν οὐχ ὕβρισεν, ἀλλὰ νομίσας ἐν καλῷ θήσεσθαι τὸν πόλεμον ἐπὶ χάριτι λαμπρᾷ, συνετίθετο Ῥωμαίοις, καὶ τὰς συνθήκας ὁ δῆμος ἐπεκύρωσεν: Οὐρίατθον εἶναι Ῥωμαίων φίλον, καὶ τοὺς ὑπ᾽ αὐτῷ πάντας ἧς ἔχουσι γῆς ἄρχειν. ὧδε μὲν ὁ Οὐριάτθου πόλεμος ἐδόκει πεπαῦσθαι, χαλεπώτατός τε Ῥωμαίοις γενόμενος καὶ ἐπὶ εὐεργεσίᾳ καταλυθείς.
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.