previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[18] προύγραφον οὖν ἡμέραν ἐν χειροτονήσουσι στρατηγὸν ἐς Ἰβηρίαν. καὶ οὐδενὸς παραγγέλλοντος ἔτι πλείων ἐγίγνετο φόβος, καὶ σιωπὴ σκυθρωπὸς ἐπεῖχε τὴν ἐκκλησίαν, ἐς οὗ Κορνήλιος Σκιπίων Ποπλίου Κορνηλίου τοῦ ἀναιρεθέντος ἐν Ἴβηρσιν υἱός, νέος μὲν ὢν κομιδῇ ῾τεσσάρων γὰρ καὶ εἴκοσιν ἐτῶν ἦν̓, σώφρων δὲ καὶ γενναῖος εἶναι νομιζόμενος, ἐς τὸ μέσον ἐλθὼν ἐσεμνολόγησεν ἀμφί τε τοῦ πατρὸς καὶ ἀμφὶ τοῦ θείου, καὶ τὸ πάθος αὐτῶν ὀδυράμενος ἐπεῖπεν οἰκεῖος εἶναι τιμωρὸς ἐκ πάντων πατρὶ καὶ θείῳ καὶ πατρίδι. ἄλλα τε πολλὰ ἀθρόως καὶ λάβρως, ὥσπερ ἔνθους, ἐπαγγειλάμενος, οὐκ Ἰβηρίαν λήψεσθαι μόνην ἀλλ᾽ ἐπ᾽ αὐτῇ καὶ Λιβύην καὶ Καρχηδόνα, τοῖς μὲν ἔδοξε κουφολογῆσαι νεανικῶς, τὸν δὲ δῆμον ἀνέλαβε κατεπτηχότα ῾χαίρουσι γὰρ ἐπαγγελίαις οἱ δεδιότες᾿ καὶ ᾑρέθη στρατηγὸς ἐς Ἰβηρίαν ὡς πράξων τι τῆς εὐτολμίας ἄξιον. οἱ πρεσβύτεροι δὲ αὐτὴν οὐκ εὐτολμίαν ἀλλὰ προπέτειαν ἐκάλουν. καὶ Σκιπίων αἰσθόμενος ἐς ἐκκλησίαν αὖθις αὐτοὺς συνεκάλει τε καὶ ἐσεμνύνετο ὅμοια: καὶ τὴν ἡλικίαν εἰπὼν οὐδὲν ἐμποδών οἱ γενήσεσθαι, προυκαλεῖτο ὅμως, εἴ τις ἐθέλοι τῶν πρεσβυτέρων τὴν ἀρχὴν παραλαβεῖν ἑκόντος αὐτοῦ παραδιδόντος. οὐδενὸς δ᾽ ἑλομένου, μᾶλλον ἐπαινούμενός τε καὶ θαυμαζόμενος ἐξῄει μετὰ μυρίων πεζῶν καὶ ἱππέων πεντακοσίων: οὐ γὰρ ἐνεχώρει πλέονα στρατὸν ἐξάγειν, Ἀννίβου δῃοῦντος τὴν Ἰταλίαν. ἔλαβε δὲ καὶ χρήματα καὶ παρασκευὴν ἄλλην καὶ ναῦς μακρὰς ὀκτὼ καὶ εἴκοσι, μεθ᾽ ὧν ἐς Ἰβηρίαν διέπλευσεν.


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: