previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[89] καὶ Καυκαίους δὲ παροδεύων, ἐς οὓς παρεσπόνδησε Λεύκολλος, ἐκήρυξε Καυκαίους ἐπὶ τὰ ἑαυτῶν ἀκινδύνως κατέρχεσθαι. καὶ παρῆλθεν ἐς τὴν Νομαντίνην χειμάσων, ἔνθα αὐτῷ καὶ Ἰογόρθας ἐκ Λιβύης ἀφίκετο, Μασσανάσσου υἱωνός, ἄγων ἐλέφαντας δυοκαίδεκα καὶ τοὺς συντασσομένους αὐτοῖς τοξότας τε καὶ σφενδονήτας. ἀεὶ δέ τι δῃῶν, καὶ τὰ περικείμενα πορθῶν, ἔλαθε περὶ κώμην ἐνεδρευθείς, ἣν ἐκ τοῦ πλέονος τέλμα πηλοῦ περιεῖχεν, ἐπὶ δὲ θάτερα φάραγξ ἦν, καὶ ἀφανὴς ἐν ἐκείνῃ λόχος ὑπεκρύπτετο. τῆς οὖν στρατιᾶς τῷ Σκιπίωνι διῃρημένης, οἱ μὲν τὴν κώμην ἐπόρθουν ἐσελθόντες, τὰ σημεῖα ἔξω καταλιπόντες, οἱ δὲ περιίππευον οὐ πολλοί. τούτοις οὖν ἐμπίπτουσιν οἱ λοχῶντες. καὶ οἱ μὲν αὐτοὺς ἀπεμάχοντο, δὲ Σκιπίων ῾ἔτυχε γὰρ πρὸ τῆς κώμης παρὰ τὰ σημεῖα ἑστώς᾿ ἀνεκάλει τῇ σάλπιγγι τοὺς ἔνδον, καὶ πρὶν αὐτῷ γενέσθαι χιλίους, τοῖς ἱππεῦσιν ἐνοχλουμένοις ἐπεβοήθει. τοῦ δὲ στρατοῦ τοῦ πλέονος ἐκ τῆς κώμης ἐκδραμόντος, ἐτρέψατο μὲν ἐς φυγὴν τοὺς πολεμίους, οὐ μὴν ἐδίωκε φεύγοντας, ἀλλ᾽ ἐς τὸν χάρακα ἀνεχώρει πεσόντων ἑκατέρωθεν ὀλίγων.


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
hide References (2 total)
  • Cross-references to this page (2):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: