previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[54] καὶ τόδε μὲν ἐπῇρε Ῥωμαίους, νυκτὸς δὲ φόβοι πολλοὶ κατεῖχον: οἱ γὰρ ἱππεῖς, ὅσοι τῶν βαρβάρων, πρὶν ἀφικέσθαι Λεύκολλον, ἐπὶ χορτολογίαν προεληλύθεσαν, οὐκ ἔχοντες ἐσελθεῖν ἐς τὴν πόλιν Λευκόλλου περικαθημένου, περιθέοντες ἐβόων καὶ συνετάρασσον: καὶ συνεπήχουν οἱ ἔνδον αὐτοῖς. ὅθεν φόβος ἦν τοῖς Ῥωμαίοις ποικίλος. ἔκαμνον δὲ καὶ τῇ φυλακῇ δι᾽ ἀγρυπνίαν καὶ ἀήθειαν τροφῶν ἐπιχωρίων: οἴνου γὰρ οὐκ ὄντος οὐδ᾽ ἁλῶν οὐδ᾽ ὄξους οὐδ᾽ ἐλαίου, πυροὺς καὶ κριθὰς καὶ ἐλάφων κρέα πολλὰ καὶ λαγωῶν χωρὶς ἁλῶν ἑψόμενα σιτούμενοι κατερρήγνυντο τὰς γαστέρας, καὶ πολλοὶ καὶ ἀπώλλυντο, μέχρι ποτὲ τὸ χῶμα ἠγέρθη, καὶ τὰ τείχη τῶν πολεμίων τύπτοντες μηχαναῖς μέρος μέν τι κατέβαλον, καὶ ἐσέδραμον ἐς τὴν πόλιν: μετὰ δ᾽ οὐ πολὺ βιασθέντες τε καὶ ἀναχωροῦντες ἐσπίπτουσιν ἔς τινα δεξαμενὴν ὕδατος ὑπ᾽ ἀγνωσίας, ἔνθα οἱ πλείους ἀπώλοντο. καὶ νυκτὸς οἱ βάρβαροι τὰ πεσόντα ἀνῳκοδόμουν. πάνυ δ᾽ ἑκατέρων κακοπαθούντων ῾ὁ γὰρ λιμὸς ἀμφοῖν ἥπτετὀ Σκιπίων ἀνεδέχετο τοῖς βαρβάροις οὐδὲν ἔσεσθαι παράσπονδον, καὶ πιστευθεὶς κατὰ κλέος ἀρετῆς διέλυσε τὸν πόλεμον ἐπὶ τοῖσδε, Λευκόλλῳ δοθῆναι παρὰ τῶν Ἰντερκατίων σάγους μυρίους καὶ θρεμμάτων τι πλῆθος ὡρισμένον, καὶ πεντήκοντα ἄνδρας ἐς ὅμηρα. χρυσὸν δὲ καὶ ἄργυρον Λεύκολλος αἰτῶν, οὗ δὴ χάριν, ἡγούμενος ὅλην Ἰβηρίαν πολύχρυσον εἶναι καὶ πολυάργυρον, ἐπολέμει, οὐκ ἔλαβεν: οὐ γὰρ εἶχον, οὐδ᾽ ἐν δόξῃ ταῦτ᾽ ἐκεῖνοι Κελτιβήρων τίθενται.


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: