previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[13] Ῥωμαῖοι δὲ πρέσβεις ἐς Καρχηδόνα ἔπεμπον, οἷς εἴρητο ἐξαιτεῖν παρὰ Καρχηδονίων Ἀννίβαν ὡς ἐς τὰς συνθήκας ἁμαρτόντα, εἰ μὴ κοινὸν ἡγοῦνται τὸ ἔργον: ἢν δὲ μὴ διδῶσιν, εὐθέως αὐτοῖς πόλεμον προαγορεύειν. καὶ οἱ μὲν ἔπραξαν ὧδε, καὶ τὸν πόλεμον αὐτοῖς οὐκ ἐκδιδοῦσι τὸν Ἀννίβαν ἐπήγγειλαν: λέγεται δ᾽ οὕτω γενέσθαι. μὲν πρεσβευτὴς αὐτοῖς γελώμενος ἔφη, τὸν κόλπον ἐπιδεικνύς, ‘ἐνταῦθ᾽ ὑμῖν, Καρχηδόνιοι, καὶ τὴν εἰρήνην καὶ τὸν πόλεμον φέρω: ὑμεῖς δ᾽ ὁπότερα αἱρεῖσθε λάβετε.’ οἱ δ᾽ ἔφασαν, ‘σὺ μὲν οὖν βούλει δίδου.’ προτείναντος δὲ τὸν πόλεμον, ἐξεβόησαν ὁμοῦ πάντες, ‘δεχόμεθα.’ καὶ εὐθὺς ἐπέστελλον τῷ Ἀννίβᾳ πᾶσαν ἤδη τὴν Ἰβηρίαν ἀδεῶς ἐπιτρέχειν ὡς τῶν σπονδῶν λελυμένων. μὲν δὴ τὰ ἔθνη τὰ ἀγχοῦ πάντα ἐπιὼν ὑπήγετο, πείθων δεδιττόμενος καταστρεφόμενος, καὶ στρατιὰν πολλὴν συνέλεγε, τὴν μὲν χρείαν οὐχ ὑποδεικνύς, ἐς δὲ τὴν Ἰταλίαν ἐπινοῶν ἐμβαλεῖν. Γαλάταις τε διεπρεσβεύετο, καὶ τὰς διόδους τῶν Ἀλπείων ὀρῶν κατεσκέπτετο. καὶ διῆλθεν, Ἀσδρούβαν τὸν ἀδελφὸν ἐν Ἰβηρίᾳ ...

[14] ... ἐν Ἰβηρίᾳ σφίσι καὶ Λιβύῃ τὸν πόλεμον ἔσεσθαι ῾οὐ γὰρ δὴ μὴ Λίβυές ποτε ἐς τὴν Ἰταλίαν ἐσβάλωσιν, οὐδ᾽ ὑπενόουν̓, Τιβέριον μὲν Σεμπρώνιον Λόγγον ἐπὶ νεῶν ἑκατὸν ἑξήκοντα σὺν δύο στρατοῦ τέλεσιν ἐς Λιβύην ἐξέπεμπον ῾καὶ ὅσα Λόγγος τε καὶ οἱ λοιποὶ Ῥωμαίων στρατηγοὶ περὶ Λιβύην ἔπραξαν, ἐν τῇ Καρχηδονιακῇ βίβλῳ συγγέγραπταἰ, Πόπλιον δὲ Κορνήλιον Σκιπίωνα ἔστελλον ἐς Ἰβηρίαν ἐπὶ νεῶν ἑξήκοντα μετὰ πεζῶν μυρίων καὶ ἱππέων ἑπτακοσίων, καὶ πρεσβευτὴν αὐτῷ συνέπεμπον Γναῖον Κορνήλιον Σκιπίωνα τὸν ἀδελφόν. τούτοιν μὲν Πόπλιος παρὰ Μασσαλιωτῶν ἐμπόρων πυθόμενος Ἀννίβαν διὰ τῶν Ἀλπείων ὀρῶν ἐς τὴν Ἰταλίαν ὑπερβάντα, δείσας μὴ ἀδοκήτως τοῖς Ἰταλιώταις ἐπιπέσοι, παραδοὺς Γναίῳ τῷ ἀδελφῷ τὴν ἐν Ἰβηρίᾳ στρατιὰν διέπλευσεν ἐπὶ πεντήρους ἐς Τυρρηνίαν. καὶ ὅσα ἔπραξεν ἐν τῇ Ἰταλίᾳ οὗτός τε καὶ ὅσοι μετ᾽ αὐτὸν ἄλλοι στρατηγοὶ τοῦδε τοῦ πολέμου ἐγένοντο, ἕως Ἀννίβαν ἑκκαιδεκάτῳ μόλις ἔτει τῆς Ἰταλίας ἐξήλασαν, ἑξῆς βίβλος ὑποδείκνυσιν, τὰ ἔργα Ἀννίβου τὰ ἐν Ἰταλίᾳ πάντα περιλαμβάνει, καὶ παρ᾽ αὐτὸ λέγεται Ῥωμαϊκῶν Ἀννιβαϊκή.

[15] Γναῖος δὲ οὐδέν, τι καὶ εἰπεῖν, ἔπραξεν ἐν τοῖς Ἴβηρσι, πρὶν αὐτῷ Πόπλιον τὸν ἀδελφὸν ἐπανελθεῖν: Ῥωμαῖοι γάρ, ληγούσης τῆς ἀρχῆς τῷ Ποπλίῳ, πρὸς μὲν Ἀννίβαν ἐς τὴν Ἰταλίαν τοὺς μετὰ τὸν Πόπλιον ὑπάτους ἐξέπεμψαν, αὐτὸν δὲ ἀνθύπατον ἀποφήναντες ἐς Ἰβηρίαν αὖθις ἔστειλαν. καὶ ἀπὸ τοῦδε οἱ δύο Σκιπίωνες τὸν ἐν Ἰβηρίᾳ πόλεμον διέφερον, Ἀσδρούβου σφίσιν ἀντιστρατηγοῦντος, μέχρι Καρχηδόνιοι μὲν ὑπὸ Σύφακος τοῦ τῶν Νομάδων δυνάστου πολεμούμενοι τὸν Ἀσδρούβαν καὶ μέρος τῆς ὑπ: αὐτῷ στρατιᾶς μετεπέμψαντο, τῶν δὲ ὑπολοίπων οἱ Σκιπίωνες εὐμαρῶς ἐκράτουν. καὶ πολλαὶ τῶν πόλεων ἐς αὐτοὺς ἑκοῦσαι μετετίθεντο: καὶ γὰρ ἤστην πιθανωτάτω στρατηγῆσαί τε καὶ προσαγαγέσθαι.

[16] θέμενοι δ᾽ οἱ Καρχηδόνιοι πρὸς Σύφακα εἰρήνην, αὖθις ἐξέπεμπον ἐς Ἰβηρίαν Ἀσδρούβαν μετὰ πλέονος στρατοῦ καὶ ἐλεφάντων τριάκοντα, καὶ σὺν αὐτῷ ἄλλους δύο στρατηγούς, Μάγωνά τε καὶ Ἀσδρούβαν ἕτερον, ὃς Γέσκωνος ἦν υἱός. καὶ χαλεπώτερος ἦν τοῖς Σκιπίωσιν πόλεμος ἀπὸ τοῦδε, ἐκράτουν δὲ καὶ ὥς. καὶ πολλοὶ μὲν τῶν Λιβύων, πολλοὶ δὲ τῶν ἐλεφάντων ἐφθάρησαν, μέχρι χειμῶνος ἐπιλαβόντος οἱ μὲν Λίβυες ἐχείμαζον ἐν Τυρδιτανίᾳ, τῶν δὲ Σκιπιώνων μὲν Γναῖος ἐν Ὄρσωνι, δὲ Πόπλιος ἐν Καστολῶνι. ἔνθα αὐτῷ προσιὼν Ἀσδρούβας ἀπηγγέλθη: καὶ προελθὼν τῆς πόλεως μετ᾽ ὀλίγων ἐς κατασκοπὴν στρατοπέδου, ἔλαθε πλησιάσας τῷ Ἀσδρούβᾳ, καὶ αὐτὸν ἐκεῖνος καὶ τοὺς σὺν αὐτῷ πάντας ἱππεῦσι περιδραμὼν ἀπέκτεινεν. δὲ Γναῖος οὐδέν τι προμαθὼν ἐς τὸν ἀδελφὸν ἐπὶ σῖτον ἔπεμπε στρατιώτας, οἷς ἕτεροι Λιβύων συντυχόντες ἐμάχοντο. καὶ πυθόμενος Γναῖος ἐξέδραμεν ὡς εἶχε μετὰ τῶν εὐζώνων ἐπ᾽ αὐτούς. οἱ δὲ τούς τε προτέρους ἀνῃρήκεσαν ἤδη, καὶ τὸν Γναῖον ἐδίωκον, ἕως ἐσέδραμεν ἔς τινα πύργον. καὶ τὸν πύργον ἐνέπρησαν οἱ Λίβυες, καὶ Σκιπίων κατεκαύθη μετὰ τῶν συνόντων.

[17] οὕτω μὲν οἱ Σκιπίωνες ἀπέθανον ἄμφω, ἄνδρες ἐς πάντα ἀγαθοὶ γενόμενοι: καὶ αὐτοὺς ἐπεπόθησαν Ἴβηρες, ὅσοι δι᾽ αὐτοὺς ἐς Ῥωμαίους μετέθεντο. πυθόμενοι δ᾽ οἱ ἐν ἄστει βαρέως τε ἤνεγκαν, καὶ Μάρκελλον ἐκ Σικελίας ἄρτι ἀφιγμένον, καὶ σὺν αὐτῷ Κλαύδιον, ἐπὶ νεῶν ... ἐξέπεμπον ἐς Ἰβηρίαν μετὰ χιλίων ἱππέων καὶ πεζῶν μυρίων καὶ χορηγίας ἱκανῆς. οὐδενὸς δὲ λαμπροῦ παρὰ τῶνδε γιγνομένου, τὰ Λιβύων ὑπερηύξετο, καὶ πᾶσαν σχεδὸν Ἰβηρίαν εἶχον, ἐς βραχὺ Ῥωμαίων ἐν τοῖς ὄρεσι τοῖς Πυρηναίοις κατακεκλεις μένων. πάλιν οὖν οἱ ἐν ἄστει πυνθανόμενοι μᾶλλον ἐταράσσοντο: καὶ φόβος ἦν μὴ Ἀννίβου πορθοῦντος τὰ πρόσω τῆς Ἰταλίας, καὶ οἵδε οἱ Λίβυες ἐς τὰ ἕτερα αὐτῆς ἐσβάλοιεν. ὅθεν οὐδὲ ἀποσχέσθαι τῆς Ἰβηρίας βουλομένοις αὐτοῖς δυνατὸν ἦν, δέει τοῦ μὴ καὶ τόνδε τὸν πόλεμον ἐς τὴν Ἰταλίαν ἐπαγαγέσθαι.


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: