previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[37] Ἰνδίβιλις δέ, τῶν συνθεμένων τις αὐτῷ δυναστῶν, στασιαζούσης ἔτι τῆς Ῥωμαϊκῆς στρατιᾶς κατέδραμέ τι τῆς ὑπὸ τῷ Σκιπίωνι γῆς. καὶ αὐτῷ τοῦ Σκιπίωνος ἐπελάσαντος, ὑπέστη μὲν τὸν ἀγῶνα γενναίως, καὶ χιλίους καὶ διακοσίους Ῥωμαίων διέφθειρεν, ἀπολομένων δ᾽ αὐτῷ δισμυρίων ἐδεῖτο προσπέμψας. καὶ Σκιπίων αὐτὸν χρήμασι ζημιώσας συνηλλάσσετο. λαθὼν δὲ καὶ Μασσανάσσης Ἀσδρούβαν ἐπέρασε τὸν πορθμόν, καὶ φιλίαν τῷ Σκιπίωνι συνθέμενος ὤμοσε συμμαχήσειν, ἂν ἐς Λιβύην στρατεύη. ἔπραξε δὲ τοῦτο ἀνὴρ ἐς πάντα βέβαιος διὰ τοιάνδε αἰτίαν. Ἀσδρούβου τοῦ τότε οἱ συνόντος στρατηγοῦ θυγάτηρ ἐς γάμον ἠγγύητο Μασσανάσσῃ: Σύφακα δ᾽ ἄρα τὸν δυνάστην ἔρως ἔκνιζε τῆς παιδός, καὶ οἱ Καρχηδόνιοι μέγα ποιούμενοι Σύφακα ἐπὶ Ῥωμαίους προσλαβεῖν, ἔδωκαν αὐτῷ τὴν παῖδα, οὐδὲν τοῦ Ἀσδρούβου πυθόμενοι, καὶ τῶνδε πραχθέντων μὲν Ἀσδρούβας αὐτὰ ἐπέκρυπτε, τὸν Μασσανάσσην αἰδούμενος, δὲ αἰσθόμενος συνέθετο τῷ Σκιπίωνι. Μάγων δὲ ναύαρχος ἀπογνοὺς ἀπὸ τῶν παρόντων τὰ ἐν Ἰβηρίᾳ, πλεύσας ἐς Λίγυας καὶ Κελτοὺς ἐξενολόγει. καὶ μὲν περὶ ταῦτα ἦν, καὶ τὰ Γάδειρα ἐκλειφθέντα ὑπὸ τοῦ Μάγωνος οἱ Ῥωμαῖοι παρέλαβον.


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
hide References (2 total)
  • Cross-references to this page (2):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: