previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[20] μὲν δὴ τοσοῖσδε λογισμοῖς ἐπαιρόμενος, οὐδενὶ προειπὼν ὅπῃ χωρήσειν ἔμελλεν, ἡλίου δύναντος ἦγε τὴν στρατιὰν δι᾽ ὅλης τῆς νυκτὸς ἐπὶ τὴν Καρχηδόνα. καὶ αὐτὴν ἅμα ἕῳ, τῶν Λιβύων καταπλαγέντων, περιταφρεύσας, ἐς τὴν ἐπιοῦσαν ἡμέραν ἡτοιμάζετο, κλίμακάς τε καὶ μηχανὰς πάντῃ περιτιθείς, χωρὶς ἑνὸς μέρους, τὸ μὲν τεῖχος ἦν βραχύτατον, ἕλος δ᾽ αὐτῷ καὶ θάλασσα προσέκλυζε, καὶ δι᾽ αὐτὸ καὶ οἱ φύλακες ἀμελῶς εἶχον. νυκτὸς δὲ πάντα πληρώσας βελῶν καὶ λίθων, καὶ τοῖς λιμέσι τῆς πόλεως ναῦς ἐπιστήσας, ἵνα μὴ αἱ νῆες αὐτὸν αἱ τῶν πολεμίων διαφύγοιεν ῾ὑπὸ γὰρ δὴ μεγαλοψυχίας ἤλπιζε πάντως αἱρήσειν τὴν πόλιν̓, πρὸ ἕω τὴν στρατιὰν ἀνεβίβαζεν ἐπὶ τὰς μηχανάς, τοὺς μὲν ἄνωθεν ἐγχειρεῖν κελεύων τοῖς πολεμίοις, τοὺς δὲ κάτω τὰς μηχανὰς ὠθεῖν ἐς τὸ πρόσω. Μάγων δὲ τοὺς μὲν μυρίους ἐπέστησε ταῖς πύλαις ὡς ἐκπηδήσοντας, ὅτε καιρὸς εἴη, μετὰ μόνων ξιφῶν ῾οὐ γὰρ εἶναι δόρασιν ἐν στενῷ χρῆσθαἰ, τοὺς δὲ ἄλλους ἐς τὰς ἐπάλξεις ἀνῆγεν. καὶ πολλὰ καὶ ὅδε μηχανήματα καὶ λίθους καὶ βέλη καὶ καταπέλτας ἐπιστήσας εἴχετο τοῦ ἔργου προθύμως. γενομένης δὲ βοῆς καὶ παρακελεύσεως ἑκατέρωθεν, οὐδέτεροι μὲν ὁρμῆς καὶ προθυμίας ἐνέλειπον, καὶ λίθους τε καὶ βέλη καὶ ἀκόντια ἀφιέντες, οἱ μὲν ἀπὸ χειρῶν, οἱ δὲ ἀπὸ μηχανῶν, οἱ δὲ ἀπὸ σφενδόνης, εἴ τέ τις ἦν ἄλλη παρασκευὴ καὶ δύναμις, ἐχρῶντο προθύμως ἅπασιν.


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: