previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[35] ἀναγιγνωσκομένων δὲ τούτων, οἱ μὲν ὑπώπτευον, οἱ δὲ πιστεύειν ἠξίουν καὶ συνετίθεντο, καὶ πάντες ὥδευον ἐς τὴν Καρχηδόνα ὁμοῦ. προσιόντων δὲ αὐτῶν, Σκιπίων προσέταξε τοῖς συνοῦσίν οἱ βουλευταῖς ἕκαστον τῶν ἐξάρχων τινὰ τῆς στάσεως προσεταιρίσασθαι προσιόντα, καὶ ὡς ἀπ᾽ εὐνοίας διορθοῦντα ὑποδέξασθαί τε καὶ δῆσαι λαθόντα. προσέταξε δὲ καὶ τοῖς χιλιάρχοις τοὺς πιστοτάτους ἕκαστον ἀφανῶς ἅμα ἕῳ ξιφήρεις ἔχειν, καὶ τὰ εὔκαιρα τῆς ἐκκλησίας ἐκ διαστημάτων καταλαβόντας, ἤν τις ἐπανίστηται, κατακεντεῖν καὶ κατακαίνειν αὐτίκα ἄνευ παραγγέλματος. αὐτὸς δ᾽ ἄρτι φαινομένης ἡμέρας ἐπὶ τὸ βῆμα ἐκομίζετο, καὶ τοὺς κήρυκας ἐς ἐκκλησίαν ἐποτρύνειν περιέπεμπεν. οἱ δὲ αἰφνιδίου μὲν αὐτοῖς τοῦ κηρύγματος γενομένου, αἰδούμενοι δὲ ἔτι νοσοῦντα τὸν στρατηγὸν σφῶν παρακρατεῖν, καὶ νομίζοντες ἐπὶ τὰς ἀμοιβὰς καλεῖσθαι, συνέθεον ὁμοῦ πάντοθεν, οἱ μὲν ἄζωστοι τὰ ξίφη, οἱ δὲ καὶ ἐν χιτῶσι μόνοις, οὐ φθάσαντες οὐδὲ τὴν ἐσθῆτα πᾶσαν ἐπιθέσθαι.


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: