previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[8] Ἀσδρούβαν δὲ ἐπὶ τοῖσδε Ἰβηρίαν τὴν ὑπὸ Καρχηδονίοις καθιστάμενον ἀνὴρ δοῦλος, οὗ τὸν δεσπότην ὠμῶς διεφθάρκει, λαθὼν ἐν κυνηγεσίοις ἀναιρεῖ. καὶ τόνδε μὲν Ἀννίβας ἐλεγχθέντα δεινῶς αἰκισάμενος διέφθειρεν: στρατιὰ δὲ τὸν Ἀννίβαν, καίπερ ὄντα κομιδῇ νέον, ἀρέσκοντα δὲ ἰσχυρῶς, στρατηγὸν ἀπέδειξαν αὑτῶν: καὶ Καρχηδονίων βουλὴ συνέθετο. ὅσοι δὲ τοῦ Βάρκα διαπολῖται τὴν Βάρκα τε καὶ Ἀσδρούβα δύναμιν ἐδεδοίκεσαν, ὡς ἔμαθον αὐτοὺς τεθνεῶτας, Ἀννίβα κατεφρόνουν ὡς νέου, καὶ τοὺς ἐκείνων φίλους τε καὶ στασιώτας ἐδίωκον ἐπὶ τοῖς ἐκείνων ἐγκλήμασιν. τε δῆμος ἅμα τοῖς κατηγοροῦσιν ἐγίγνετο, μνησικακῶν τοῖς διωκομένοις τῆς βαρύτητος τῆς ἐπὶ Βάρκα τε καὶ Ἀσδρούβα: καὶ τὰς δωρεὰς ἐκέλευον αὐτούς, ὅσας μεγάλας Ἀσδρούβας τε καὶ Βάρκας αὐτοῖς ἐπεπόμφεσαν, ἐς τὸ κοινὸν ἐσενεγκεῖν ὡς ἐκ τῶν πολεμίων πεπορισμένας. οἱ δὲ ἐπέστελλον τῷ Ἀννίβᾳ, σφίσι τε ἐπικουρεῖν δεόμενοι, καὶ διδάσκοντες ὅτι καὶ αὐτὸς ἔσοιτο τοῖς πατρῴοις ἐχθροῖς εὐκαταφρόνητος, εἰ τοὺς ἐν τῇ πατρίδι συνεργεῖν αὐτῷ δυναμένους ὑπερίδοι.


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: