previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[74] Οὐρίατθος δὲ Καιπίωνι περὶ συμβάσεων τοὺς πιστοτάτους αὑτῷ φίλους ἐπέπεμπεν, Αὔδακα καὶ Διτάλκωνα καὶ Μίνουρον, οἳ διαφθαρέντες ὑπὸ τοῦ Καιπίωνος δώροις τε μεγάλοις καὶ ὑποσχέσεσι πολλαῖς ὑπέστησαν αὐτῷ κτενεῖν τὸν Οὐρίατθον. καὶ ἔκτειναν ὧδε. ὀλιγοϋπνότατος ἦν διὰ φροντίδα καὶ πόνους Οὐρίατθος, καὶ τὰ πολλὰ ἔνοπλος ἀνεπαύετο, ἵνα ἐξεγρόμενος εὐθὺς ἐς πάντα ἕτοιμος εἴη. τοῖς οὖν φίλοις ἐξῆν καὶ νυκτερεύοντι ἐντυγχάνειν. δὴ καὶ τότε ἔθει οἱ περὶ τὸν Αὔδακα φυλάξαντες αὐτόν, ἀρχομένου ὕπνου παρῆλθον ἐς τὴν σκηνὴν ὡς δή τινος ἐπείγοντος, καὶ κεντοῦσιν ὡπλισμένον ἐς τὴν σφαγήν: οὐ γὰρ ἦν ἄλλοθι. οὐδεμιᾶς δ᾽ αἰσθήσεως γενομένης διὰ τὴν τῆς πληγῆς εὐκαιρίαν, διέδρασαν ἐς Καιπίωνα καὶ τὰς δωρεὰς ᾔτουν. δ᾽ αὐτίκα μὲν αὐτοῖς ἔδωκεν ἀδεῶς ἔχειν ὅσα ἔχουσι, περὶ δὲ ὧν ᾔτουν, ἐς Ῥώμην αὐτοὺς ἔπεμπεν. οἱ δὲ θεραπευτῆρες Οὐριάτθου καὶ ἄλλη στρατιά, γενομένης ἡμέρας, ἀναπαύεσθαι νομίζοντες αὐτὸν ἐθαύμαζον διὰ τὴν ἀήθειαν, μέχρι τινὲς ἔμαθον ὅτι νεκρὸς κέοιτο ἔνοπλος. καὶ εὐθὺς ἦν οἰμωγή τε καὶ πένθος ἀνὰ τὸ στρατόπεδον, ἀλγούντων τε ἐπ᾽ ἐκείνῳ καὶ περὶ σφῶν δεδιότων, καὶ ἐνθυμουμένων ἐν οἵοις εἰσὶ κινδύνοις καὶ οἵου στρατηγοῦ στεροῦνται. μάλιστα δὲ αὐτούς, ὅτι τοὺς δράσαντας οὐχ ηὕρισκον, ὑπερήλγυνεν.


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: