previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[23] δὲ τόλμῃ καὶ τύχῃ πόλιν εὐδαίμονα καὶ δυνατὴν ἑλὼν ἡμέρᾳ μιᾷ, τετάρτῃ τῆς ἐπ᾽ αὐτὴν ἀφίξεως, ἐπῇρτο μεγάλως, καὶ μᾶλλον ἐδόκει κατὰ θεὸν ἕκαστα δρᾶν, αὐτός τε οὕτως ἐφρόνει καὶ οὕτως ἐλογοποίει καὶ τότε καὶ ἐς τὸν ἔπειτα βίον, ἀρξάμενος ἐξ ἐκείνου. πολλάκις γοῦν ἐς τὸ Καπιτώλιον ἐσῄει μόνος, καὶ τὰς θύρας ἐπέκλειεν ὥσπερ τι παρὰ τοῦ θεοῦ μανθάνων. καὶ νῦν ἔτι τὴν εἰκόνα τὴν Σκιπίωνος ἐν ταῖς πομπαῖς μόνου προφέρουσιν ἐκ τοῦ Καπιτωλίου, τῶν δ᾽ ἄλλων ἐξ ἀγορᾶς φέρονται. τότε δ᾽ εἰρηνικὸν ὁμοῦ καὶ πολεμικὸν ταμιεῖον παραλαβών, ὅπλα τε πολλὰ ἐν αὐτῷ καὶ βέλη καὶ μηχανήματα καὶ νεωσοίκους καὶ ναῦς μακρὰς τρεῖς καὶ τριάκοντα, καὶ σῖτον καὶ ἀγορὰν ποικίλην, καὶ ἐλέφαντα καὶ χρυσὸν καὶ ἄργυρον, τὸν μὲν ἐν σκεύεσι πεποιημένον, τὸν δὲ ἐπίσημον, τὸν δὲ ἀσήμαντον, ὅμηρά τε Ἰβήρων καὶ αἰχμάλωτα, καὶ ὅσα Ῥωμαίων αὐτῶν προείληπτο, ἔθυε τῆς ἐπιούσης καὶ ἐθριάμβευε, καὶ τὴν στρατιὰν ἐπῄνει, καὶ τῇ πόλει μετὰ τὴν στρατιὰν ἐδημηγόρει, τῶν τε Σκιπιώνων αὐτοὺς ἀναμνήσας ἀπέλυε τοὺς αἰχμαλώτους ἐς τὰ ἴδια, θεραπεύων τὰς πόλεις. ἀριστεῖα δ᾽ ἐδίδου τῷ μὲν ἐς τὸ τεῖχος ἀναβάντι πρώτῳ μέγιστα, τῷ δ᾽ ἑξῆς τὰ ἡμίσεα τούτων, τῷ δὲ τρίτῳ τὰ τρίτα καὶ τοῖς ἄλλοις κατὰ λόγον. τὰ δὲ λοιπὰ ἐς Ῥώμην ἔπεμψεν ἐπὶ τῶν εἰλημμένων νεῶν, ὅσα χρυσὸς ἄργυρος ἦν ἐλέφας. μὲν δὴ πόλις ἔθυεν ἐπὶ πρεῖς ἡμέρας ὡς τῆς πατρῴας εὐπραξίας ἐκ πόνων πολλῶν αὖθις ἀνακυπτούσης, δὲ Ἰβηρία καὶ οἱ ἐν αὐτῇ Φοίνικες κατεπεπλήγεσαν τῷ μεγέθει καὶ τάχει τοῦ τολμήματος.


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: