previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[60] οἱ μὲν δὴ τάδε προσδοκῶντες ἀπὸ τῶν ἰδίων ἀνίσταντο, καὶ συνῄεσαν οἷ προσέτασσεν Γάλβας: δὲ αὐτοὺς ἐς τρία διῄρει, καὶ πεδίον ἑκάστοις τι ὑποδείξας ἐκέλευεν ἐν τῷ πεδίῳ περιμένειν, μέχρι πολίσειεν αὐτοὺς ἐπελθών. ὡς δ᾽ ἧκεν ἐπὶ τοὺς πρώτους, ἐκέλευεν ὡς φίλους θέσθαι τὰ ὅπλα, θεμένους δ᾽ ἀπετάφρευέ τε, καὶ μετὰ ξιφῶν τινας ἐσπέμψας ἀνεῖλεν ἅπαντας, ὀδυρομένους τε καὶ θεῶν ὀνόματα καὶ πίστεις ἀνακαλοῦντας. τῷ δ᾽ αὐτῷ τρόπῳ καὶ τοὺς δευτέρους καὶ τρίτους ἐπειχθεὶς ἀνεῖλεν, ἀγνοοῦντας ἔτι τὰ πάθη τὰ τῶν προτέρων, ἀπιστίᾳ μὲν ἄρα ἀπιστίαν μετιών, οὐκ ἀξίως δὲ Ῥωμαίων μιμούμενος βαρβάρους. ὀλίγοι δ᾽ αὐτῶν διέφυγον, ὧν ἦν Οὐρίατθος, ὃς μετ᾽ οὐ πολὺ ἡγήσατο Λυσιτανῶν καὶ ἔκτεινε πολλοὺς Ῥωμαίων καὶ ἔργα μέγιστα ἐπεδείξατο. ἀλλὰ τάδε μὲν ὕστερον γενόμενα ὕστερον λέξω. τότε δὲ Γάλβας, Λευκόλλου φιλοχρηματώτερος ὤν, ὀλίγα μέν τινα τῆς λείας τῇ στρατιᾷ διεδίδου, καὶ ὀλίγα τοῖς φίλοις, τὰ λοιπὰ δὲ ἐσφετερίζετο, καίτοι πλουσιώτατος ὢν ὁμοῦ τι Ῥωμαίων: ἀλλ᾽ οὐδ᾽ ἐν τῇ εἰρήνῃ φασὶν αὐτὸν διαλιπεῖν ψευδόμενόν τε καὶ ἐπιορκοῦντα διὰ κέρδη. μισούμενος δὲ καὶ κατηγορούμενος διέφευγε διὰ τὸν πλοῦτον,


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
hide References (1 total)
  • Cross-references to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: