previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[81] κατέλαβον δ᾽ αὐτοὺς ἀπὸ Ῥώμης πρέσβεις Κίννας τε καὶ Καικίλιος, οἳ τὴν βουλὴν ἔφασαν ἀπορεῖν εἰ τοσῶνδε πταισμάτων σφίσιν ἐν Ἰβηρίᾳ γενομένων Αἰμίλιος πόλεμον ἕτερον ἀρεῖται, καὶ ψήφισμα ἐπέδοσαν αὐτῷ προαγορεῦον Αἰμίλιον Οὐακκαίοις μὴ πολεμεῖν. δὲ ἀρξάμενός τε ἤδη τοῦ πολέμου, καὶ τὴν βουλὴν τοῦτ᾽ ἀγνοεῖν ἡγούμενος, ἀγνοεῖν δ᾽ ὅτι καὶ Βροῦτος αὐτῷ συνεπιλαμβάνει καὶ σῖτον καὶ χρήματα καὶ στρατιὰν Οὐακκαῖοι τοῖς Νομαντίνοις παρέσχον, ἔσεσθαι δὲ καὶ τὴν ἀνάζευξιν τοῦ πολέμου φοβερὰν ὑπολαβών, καὶ σχεδὸν Ἰβηρίας ὅλης διάλυσιν, εἰ καταφρονήσειαν ὡς δεδιότων, τοὺς μὲν ἀμφὶ τὸν Κίνναν ἀπράκτους ἀπέλυσε, καὶ τάδε αὐτὰ ἐπέστειλε τῇ βουλῇ, αὐτὸς δὲ ὀχυρωσάμενος φρούριον, μηχανὰς ἐν αὐτῷ συνεπήγνυτο καὶ σῖτον συνέφερεν. Φλάκκος δ᾽ αὐτῷ σιτολογῶν, ἐνέδρας ἐκφανείσης, εὐμηχάνως διέδωκεν ὅτι Παλλαντίαν ἐξεῖλεν Αἰμίλιος: καὶ τοῦ στρατοῦ συναλαλάξαντος ὡς ἐπὶ νίκῃ, πυθόμενοι τούτων οἱ βάρβαροι καὶ ἀληθῆ νομίσαντες ἀπεχώρουν. Φλάκκος μὲν δὴ τὴν ἀγορὰν κινδυνεύουσαν ὧδε περιέσωζε.


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
hide References (1 total)
  • Cross-references to this page (1):
    • A Dictionary of Greek and Roman Antiquities (1890), SENATUS
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: