previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[90] μετ᾽ οὐ πολὺ δὲ ἀγχοτάτω τῆς Νομαντίας δύο στρατόπεδα θέμενος, τῷ μὲν ἐπέστησε τὸν ἀδελφὸν Μάξιμον, τοῦ δὲ αὐτὸς ἡγεῖτο. Νομαντίνων δὲ θαμινὰ ἐκτασσόντων καὶ προκαλουμένων αὐτὸν ἐς μάχην ὑπερεώρα, οὐ δοκιμάζων ἀνδράσιν ἐξ ἀπογνώσεως μαχομένοις συμπλέκεσθαι μᾶλλον συγκλείσας αὐτοὺς ἑλεῖν λιμῷ. φρούρια δ᾽ ἑπτὰ περιθείς, πολιορκίαν ... ἐπιγράψας ἑκάστοις οὓς ἔδει πέμπειν. ὡς δὲ ἦλθον, ἐς μέρη πολλὰ διεῖλεν αὐτούς, καὶ τὴν ἑαυτοῦ στρατιὰν ἐπιδιεῖλεν: εἶθ᾽ ἡγεμόνας ἐπιστήσας ἑκάστῳ μέρει προσέταξε περιταφρεύειν καὶ περιχαρακοῦν τὴν πόλιν. ἦν δὲ περίοδος μὲν αὐτῆς Νομαντίας τέσσαρες καὶ εἴκοσι στάδιοι, δὲ τοῦ χαρακώματος ὑπὲρ τὸ διπλάσιον. καὶ τοῦτο διῄρητο πᾶν οἱ κατὰ μέρος ἕκαστον. καὶ προείρητο, εἴ τι ἐνοχλοῖεν οἱ πολέμιοι, σημεῖον ἐξαίρειν, ἡμέρας μὲν φοινικίδα ἐπὶ δόρατος ἱψηλοῦ, νυκτὸς δὲ πῦρ, ἵνα τοῖς δεομένοις ἐπιθέοντες αὐτός τε καὶ Μάξιμος ἀμύνοιεν. ὡς δ᾽ ἐξείργαστο πάντα αὐτῷ, καὶ τοὺς κωλύοντας εἶχεν ἱκανῶς ἀπομάχεσθαι, ἑτέραν τάφρον ὤρυσσεν οὐ μακρὰν ὑπὲρ ἐκείνην, καὶ σταυροὺς αὐτῇ περιεπήγνυ, καὶ τεῖχος ᾠκοδόμει, οὗ τὸ μὲν πάχος ἦν πόδες ὀκτώ, τὸ δὲ ὕψος δέκα χωρὶς τῶν ἐπάλξεων. πύργοι τε πανταχόθεν αὐτῷ διὰ πλέθρου περιέκειντο. καὶ λίμνην συνάπτουσαν οὐκ ἐνὸν περιτειχίσαι, χῶμα αὐτῇ περιέθηκεν ἴσον τῷ τείχει καὶ τὸ βάθος καὶ τὸ ὕψος, ὡς ἂν εἴη καὶ τόδε ἀντὶ τείχους.


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: