previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[73] ἐπὶ δὲ Ταλάβριγα πόλιν ἐλθών, πολλάκις μὲν αὐτῷ συνετέθειτο, πολλάκις δὲ ἀποστᾶσα ἠνώχλει, παρακαλούντων αὐτὸν καὶ τότε τῶν Ταλαβρίγων καὶ διδόντων αὑτοὺς ἐς τι χρῄζοι, πρῶτα μὲν τοὺς αὐτομόλους Ῥωμαίων ᾔτει καὶ τὰ αἰχμάλωτα, καὶ ὅπλα ὅσα εἶχον, καὶ ὅμηρα ἐπὶ τούτοις, εἶτ᾽ αὐτοὺς ἐκέλευσε σὺν παισὶ καὶ γυναιξὶν ἐκλιπεῖν τὴν πόλιν. ὡς δὲ καὶ τοῦθ᾽ ὑπέστησαν, τὴν στρατιὰν αὐτοῖς περιστήσας ἐδημηγόρει, καταλέγων ὁσάκις ἀποσταῖεν καὶ ὅσους πολέμους πολεμήσειαν αὐτῷ. φόβον δὲ καὶ δόξαν ἐμφήνας ἐργασομένου τι δεινόν, ἐπὶ τῶν ὀνειδῶν ἔληξε, καὶ τοὺς μὲν ἵππους αὐτῶν καὶ τὸν σῖτον καὶ χρήματα ὅσα κοινὰ ἦν, εἴ τις ἄλλη δημοσία παρασκευή, πάντα περιεῖλε, τὴν δὲ πόλιν αὖθις οἰκεῖν ἔδωκεν ἐξ ἀέλπτου. τοσάδε μὲν δὴ Βροῦτος ἐργασάμενος ἐς Ῥώμην ἀπῄει. καὶ αὐτὰ ἐς τὴν Οὐριάτθου γραφὴν συνήγαγον, ἐν τῷ αὐτῷ χρόνῳ διὰ τὸν ἐκείνου ζῆλον ὑπὸ λῃστηρίων ἄλλων ἀρξάμενα γίγνεσθαι.


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
hide References (1 total)
  • Cross-references to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: