previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[94] Ῥητογένης δέ, ἀνὴρ Νομαντῖνος, Καραύνιος ἐπίκλησις ἦν, ἄριστος ἐς ἀρετὴν Νομαντίνων, πέντε πείσας φίλους, σὺν παισὶν ἄλλοις τοσοῖσδε καὶ ἵπποις τοσοῖσδε ἐν νυκτὶ συννεφεῖ διῆλθε λαθὼν τὸ μεταίχμιον, κλίμακα φέρων πτυκτήν, καὶ φθάσας ἐς τὸ περιτείχισμα ἀνεπήδησεν αὐτός τε καὶ οἱ φίλοι, καὶ τοὺς ἑκατέρωθεν φύλακας ἀνελόντες τοὺς μὲν θεράποντας ἀπέπεμψαν ὀπίσω, τοὺς δ᾽ ἵππους διὰ τῆς κλίμακος ἀναγαγόντες ἐξίππευσαν ἐς τὰς Ἀρουακῶν πόλεις σὺν ἱκετηρίαις, δεόμενοι Νομαντίνοις συγγενέσιν οὖσιν ἐπικουρεῖν. τῶν δ᾽ Ἀρουακῶν οἱ μὲν οὐδ᾽ ὑπήκουον αὐτῶν, ἀλλ᾽ εὐθὺς ἀπέπεμπον δεδιότες. Λουτία δὲ πόλις ἦν εὐδαίμων, τριακοσίους σταδίους ἀφεστῶσα ἀπὸ Νομαντίνων, ἧς οἱ μὲν νέοι περὶ τοὺς Νομαντινους ἐσπουδάκεσαν καὶ τὴν πόλιν ἐς συμμαχίαν ἐνῆγον, οἱ πρεσβύτεροι δ᾽ ἐμήνυσαν κρύφα τῷ Σκιπίωνι. καὶ Σκιπίων ὀγδόης ὥρας πυθόμενος ἐξήλαυνεν αὐτίκα σὺν εὐζώνοις ὅτι πλείστοις, καὶ ἅμα ἕῳ τὴν Λουτίαν φρουρᾷ περιλαβὼν ᾔτει τοὺς ἐξάρχους τῶν νέων. ἐπεὶ δ᾽ ἐξωρμηκέναι τῆς πόλεως αὐτοὺς ἔλεγον, ἐκήρυξε διαρπάσειν τὴν πόλιν, εἰ μὴ τοὺς ἄνδρας παραλάβοι. οἱ μὲν δὴ δείσαντες προσῆγον αὐτούς, ἐς τετρακοσίους γενομένους: δὲ τὰς χεῖρας αὐτῶν ἐκτεμὼν ἀνέστησε τὴν φρουράν, καὶ διαδραμὼν αὖθις ἅμ᾽ ἕῳ τῆς ἐπιούσης παρῆν ἐς τὸ στρατόπεδον.


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
hide References (1 total)
  • Cross-references to this page (1):
    • Dictionary of Greek and Roman Geography (1854), LU´TIA
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: