previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[18] προύγραφον οὖν ἡμέραν ἐν χειροτονήσουσι στρατηγὸν ἐς Ἰβηρίαν. καὶ οὐδενὸς παραγγέλλοντος ἔτι πλείων ἐγίγνετο φόβος, καὶ σιωπὴ σκυθρωπὸς ἐπεῖχε τὴν ἐκκλησίαν, ἐς οὗ Κορνήλιος Σκιπίων Ποπλίου Κορνηλίου τοῦ ἀναιρεθέντος ἐν Ἴβηρσιν υἱός, νέος μὲν ὢν κομιδῇ ῾τεσσάρων γὰρ καὶ εἴκοσιν ἐτῶν ἦν̓, σώφρων δὲ καὶ γενναῖος εἶναι νομιζόμενος, ἐς τὸ μέσον ἐλθὼν ἐσεμνολόγησεν ἀμφί τε τοῦ πατρὸς καὶ ἀμφὶ τοῦ θείου, καὶ τὸ πάθος αὐτῶν ὀδυράμενος ἐπεῖπεν οἰκεῖος εἶναι τιμωρὸς ἐκ πάντων πατρὶ καὶ θείῳ καὶ πατρίδι. ἄλλα τε πολλὰ ἀθρόως καὶ λάβρως, ὥσπερ ἔνθους, ἐπαγγειλάμενος, οὐκ Ἰβηρίαν λήψεσθαι μόνην ἀλλ᾽ ἐπ᾽ αὐτῇ καὶ Λιβύην καὶ Καρχηδόνα, τοῖς μὲν ἔδοξε κουφολογῆσαι νεανικῶς, τὸν δὲ δῆμον ἀνέλαβε κατεπτηχότα ῾χαίρουσι γὰρ ἐπαγγελίαις οἱ δεδιότες᾿ καὶ ᾑρέθη στρατηγὸς ἐς Ἰβηρίαν ὡς πράξων τι τῆς εὐτολμίας ἄξιον. οἱ πρεσβύτεροι δὲ αὐτὴν οὐκ εὐτολμίαν ἀλλὰ προπέτειαν ἐκάλουν. καὶ Σκιπίων αἰσθόμενος ἐς ἐκκλησίαν αὖθις αὐτοὺς συνεκάλει τε καὶ ἐσεμνύνετο ὅμοια: καὶ τὴν ἡλικίαν εἰπὼν οὐδὲν ἐμποδών οἱ γενήσεσθαι, προυκαλεῖτο ὅμως, εἴ τις ἐθέλοι τῶν πρεσβυτέρων τὴν ἀρχὴν παραλαβεῖν ἑκόντος αὐτοῦ παραδιδόντος. οὐδενὸς δ᾽ ἑλομένου, μᾶλλον ἐπαινούμενός τε καὶ θαυμαζόμενος ἐξῄει μετὰ μυρίων πεζῶν καὶ ἱππέων πεντακοσίων: οὐ γὰρ ἐνεχώρει πλέονα στρατὸν ἐξάγειν, Ἀννίβου δῃοῦντος τὴν Ἰταλίαν. ἔλαβε δὲ καὶ χρήματα καὶ παρασκευὴν ἄλλην καὶ ναῦς μακρὰς ὀκτὼ καὶ εἴκοσι, μεθ᾽ ὧν ἐς Ἰβηρίαν διέπλευσεν.

[19] παραλαβών τε τὴν ἐκεῖ στρατιάν, καὶ οὓς ἦγεν ἐς ἓν συναγαγών, ἐκάθηρε, καὶ διελέχθη καὶ τοῖσδε μεγαληγόρως. δόξα τε διέδραμεν ἐς ὅλην αὐτίκα τὴν Ἰβηρίαν, βαρυνομένην τε τοὺς Λίβυας καὶ τῶν Σκιπιώνων τὴν ἀρετὴν ἐπιποθοῦσαν, ὅτι στρατηγὸς αὐτοῖς ἥκοι Σκιπίων Σκιπίωνος κατὰ θεόν. οὗ δὴ καὶ αὐτὸς αἰσθανόμενος, ὑπεκρίνετο πάντα ποιεῖν πειθόμενος θεῷ. πυνθανόμενος δ᾽ ὅτι οἱ ἐχθροὶ σταθμεύουσι μὲν ἐν τέσσαρσι στρατοπέδοις, μακρὰν διεστηκότες ἀπ᾽ ἀλλήλων, ἀνὰ δισμυρίους καὶ πεντακισχιλίους πεζοὺς καὶ ἱππέας πεντακοσίους ἐπὶ δισχιλίοις, τὴν δὲ παρασκευὴν τῶν τε χρημάτων καὶ σίτου καὶ ὅπλων καὶ βελῶν καὶ νεῶν καὶ αἰχμαλώτων καὶ ὁμήρων τῶν ἐξ ὅλης Ἰβηρίας ἔχουσιν ἐν τῇ πρότερον μὲν Ζακάνθῃ τότε δὲ ἤδη Καρχηδόνι, καὶ φρουρὸς αὐτῶν ἐστὶ Μάγων μετὰ μυρίων Καρχηδονίων, ἔκρινε πρῶτον ἐς τούτους ἐπιδραμεῖν διά τε τὴν ὀλιγότητα τοῦ στρατοῦ τοῦ μετὰ Μάγωνος καὶ τὸ μέγεθος τῆς παρασκευῆς, καὶ ὡς ὁρμητήριον ἀσφαλὲς ἐκ γῆς καὶ θαλάσσης ἕξων ἐπὶ ὅλην τὴν Ἰβηρίαν πόλιν ἀργυρεῖα καὶ χώραν εὐδαίμονα καὶ πλοῦτον πολὺν ἔχουσαν καὶ τὸν διάπλουν ἐς Λιβύην βραχύτατον.

[20] μὲν δὴ τοσοῖσδε λογισμοῖς ἐπαιρόμενος, οὐδενὶ προειπὼν ὅπῃ χωρήσειν ἔμελλεν, ἡλίου δύναντος ἦγε τὴν στρατιὰν δι᾽ ὅλης τῆς νυκτὸς ἐπὶ τὴν Καρχηδόνα. καὶ αὐτὴν ἅμα ἕῳ, τῶν Λιβύων καταπλαγέντων, περιταφρεύσας, ἐς τὴν ἐπιοῦσαν ἡμέραν ἡτοιμάζετο, κλίμακάς τε καὶ μηχανὰς πάντῃ περιτιθείς, χωρὶς ἑνὸς μέρους, τὸ μὲν τεῖχος ἦν βραχύτατον, ἕλος δ᾽ αὐτῷ καὶ θάλασσα προσέκλυζε, καὶ δι᾽ αὐτὸ καὶ οἱ φύλακες ἀμελῶς εἶχον. νυκτὸς δὲ πάντα πληρώσας βελῶν καὶ λίθων, καὶ τοῖς λιμέσι τῆς πόλεως ναῦς ἐπιστήσας, ἵνα μὴ αἱ νῆες αὐτὸν αἱ τῶν πολεμίων διαφύγοιεν ῾ὑπὸ γὰρ δὴ μεγαλοψυχίας ἤλπιζε πάντως αἱρήσειν τὴν πόλιν̓, πρὸ ἕω τὴν στρατιὰν ἀνεβίβαζεν ἐπὶ τὰς μηχανάς, τοὺς μὲν ἄνωθεν ἐγχειρεῖν κελεύων τοῖς πολεμίοις, τοὺς δὲ κάτω τὰς μηχανὰς ὠθεῖν ἐς τὸ πρόσω. Μάγων δὲ τοὺς μὲν μυρίους ἐπέστησε ταῖς πύλαις ὡς ἐκπηδήσοντας, ὅτε καιρὸς εἴη, μετὰ μόνων ξιφῶν ῾οὐ γὰρ εἶναι δόρασιν ἐν στενῷ χρῆσθαἰ, τοὺς δὲ ἄλλους ἐς τὰς ἐπάλξεις ἀνῆγεν. καὶ πολλὰ καὶ ὅδε μηχανήματα καὶ λίθους καὶ βέλη καὶ καταπέλτας ἐπιστήσας εἴχετο τοῦ ἔργου προθύμως. γενομένης δὲ βοῆς καὶ παρακελεύσεως ἑκατέρωθεν, οὐδέτεροι μὲν ὁρμῆς καὶ προθυμίας ἐνέλειπον, καὶ λίθους τε καὶ βέλη καὶ ἀκόντια ἀφιέντες, οἱ μὲν ἀπὸ χειρῶν, οἱ δὲ ἀπὸ μηχανῶν, οἱ δὲ ἀπὸ σφενδόνης, εἴ τέ τις ἦν ἄλλη παρασκευὴ καὶ δύναμις, ἐχρῶντο προθύμως ἅπασιν.

[21] ἐκακοπάθει δὲ τὰ τοῦ Σκιπίωνος, καὶ οἱ μύριοι Καρχηδονίων, οἳ περὶ τὰς πύλας ἦσαν, ἐκδραμόντες σὺν τοῖς ξίφεσι γυμνοῖς ἐνέπιπτον ἐς τοὺς τὰ μηχανήματα ὠθοῦντας, καὶ πολλὰ μὲν ἔδρων, οὐχ ἥσσω δ᾽ ἀντέπασχον, μέχρι τῷ φιλοπόνῳ καὶ ταλαιπώρῳ τὰ Ῥωμαίων ὑπανίστατο. καὶ μεταβολῆς γενομένης οἵ τε ἐπὶ τῶν τειχῶν ἔκαμνον ἤδη, καὶ αἱ κλίμακες αὐτοῖς προσεπέλαζον. οἱ δὲ ξιφήρεις τῶν Καρχηδονίων ἐς τὰς πύλας ἐσέτρεχον, καὶ ἀποκλείσαντες αὐτὰς ἀνεπήδων ἐπὶ τὰ τείχη. καὶ τοῖς Ῥωμαίοις αὖθις ἦν πόνος πολύς τε καὶ χαλεπός, ἐς οὗ Σκιπίων στρατηγὸς πάντῃ περιθέων τε καὶ βοῶν καὶ παρακαλῶν εἶδε περὶ μεσημβρίαν, τὸ βραχὺ τεῖχος ἦν καὶ τὸ ἕλος προσέκλυζε, τὴν θάλασσαν ὑποχωροῦσαν: ἄμπωτις γὰρ ἐφήμερος ἔστιν. καὶ κλύδων ἐπῄει μὲν ἐς μαστούς, ὑπεχώρει δὲ ἐς μέσας κνήμας. ὅπερ Σκιπίων τότε ἰδών, καὶ περὶ τῆς φύσεως αὐτοῦ πυθόμενος, ὡς ἔχοι τὸ λοιπὸν τῆς ἡμέρας, πρὶν ἐπανελθεῖν τὸ πέλαγος, ἔθει πάντῃ βοῶν, ‘νῦν καιρός, ἄνδρες, νῦν σύμμαχός μοι θεὸς ἀφῖκται. πρόσιτε τῷ μέρει τῷδε τοῦ τείχους. θάλασσα ἡμῖν ὑποκεχώρηκεν φέρετε τὰς κλίμακας, ἐγὼ δ᾽ ἡγήσομαι.’

[22] καὶ πρῶτος ἁρπάσας τινὰ τῶν κλιμάκων μετέφερέ τε καὶ ἀνέβαινεν, οὔπω τινὸς ἀναβάντος ἄλλου, μέχρι περισχόντες αὐτὸν οἵ τε ὑπασπισταὶ καὶ ἄλλη στρατιὰ τόνδε μὲν ἐπέσχον, αὐτοὶ δὲ πολλὰς ὁμοῦ κλίμακας προσετίθεσάν τε καὶ ἀνεπήδων. βοῆς δὲ καὶ ὁρμῆς ἑκατέρωθεν γενομένης, καὶ ποικίλων ἔργων καὶ παθῶν, ἐκράτησαν ὅμως οἱ Ῥωμαῖοι, καὶ πύργων τινῶν ἐπέβησαν ὀλίγων, οἷς Σκιπίων σαλπικτὰς καὶ βυκανιστὰς ἐπιστήσας ἐξοτρύνειν ἐκέλευσε καὶ θορυβεῖν ὡς τῆς πόλεως εἰλημμένης ἤδη. ἕτεροί τε περιθέοντες ὁμοίως διετάρασσον. καὶ καθαλόμενοί τινες ἀνέῳξαν τῷ Σκιπίωνι τὰς πύλας: δ᾽ ἐσεπήδησε μετὰ τῆς στρατιᾶς δρόμῳ. καὶ τῶν ἔνδον οἱ μὲν ἐς τὰς οἰκίας ἀπεδίδρασκον, δὲ Μάγων τοὺς μυρίους ἐς τὴν ἀγορὰν συνεκάλει. ταχὺ δὲ καὶ τούτων κατακοπέντων, ἐς τὴν ἄκραν σὺν ὀλίγοις ἀνεχώρει. τοῦ δὲ Σκιπίωνος καὶ ἐπὶ τὴν ἄκραν εὐθὺς ἐπιόντος, οὐδὲν ἔτι δρᾶν σὺν ἡττημένοις τε καὶ κατεπτηχόσιν ἔχων ἐνεχείρισεν ἑαυτὸν τῷ Σκιπίωνι.

[23] δὲ τόλμῃ καὶ τύχῃ πόλιν εὐδαίμονα καὶ δυνατὴν ἑλὼν ἡμέρᾳ μιᾷ, τετάρτῃ τῆς ἐπ᾽ αὐτὴν ἀφίξεως, ἐπῇρτο μεγάλως, καὶ μᾶλλον ἐδόκει κατὰ θεὸν ἕκαστα δρᾶν, αὐτός τε οὕτως ἐφρόνει καὶ οὕτως ἐλογοποίει καὶ τότε καὶ ἐς τὸν ἔπειτα βίον, ἀρξάμενος ἐξ ἐκείνου. πολλάκις γοῦν ἐς τὸ Καπιτώλιον ἐσῄει μόνος, καὶ τὰς θύρας ἐπέκλειεν ὥσπερ τι παρὰ τοῦ θεοῦ μανθάνων. καὶ νῦν ἔτι τὴν εἰκόνα τὴν Σκιπίωνος ἐν ταῖς πομπαῖς μόνου προφέρουσιν ἐκ τοῦ Καπιτωλίου, τῶν δ᾽ ἄλλων ἐξ ἀγορᾶς φέρονται. τότε δ᾽ εἰρηνικὸν ὁμοῦ καὶ πολεμικὸν ταμιεῖον παραλαβών, ὅπλα τε πολλὰ ἐν αὐτῷ καὶ βέλη καὶ μηχανήματα καὶ νεωσοίκους καὶ ναῦς μακρὰς τρεῖς καὶ τριάκοντα, καὶ σῖτον καὶ ἀγορὰν ποικίλην, καὶ ἐλέφαντα καὶ χρυσὸν καὶ ἄργυρον, τὸν μὲν ἐν σκεύεσι πεποιημένον, τὸν δὲ ἐπίσημον, τὸν δὲ ἀσήμαντον, ὅμηρά τε Ἰβήρων καὶ αἰχμάλωτα, καὶ ὅσα Ῥωμαίων αὐτῶν προείληπτο, ἔθυε τῆς ἐπιούσης καὶ ἐθριάμβευε, καὶ τὴν στρατιὰν ἐπῄνει, καὶ τῇ πόλει μετὰ τὴν στρατιὰν ἐδημηγόρει, τῶν τε Σκιπιώνων αὐτοὺς ἀναμνήσας ἀπέλυε τοὺς αἰχμαλώτους ἐς τὰ ἴδια, θεραπεύων τὰς πόλεις. ἀριστεῖα δ᾽ ἐδίδου τῷ μὲν ἐς τὸ τεῖχος ἀναβάντι πρώτῳ μέγιστα, τῷ δ᾽ ἑξῆς τὰ ἡμίσεα τούτων, τῷ δὲ τρίτῳ τὰ τρίτα καὶ τοῖς ἄλλοις κατὰ λόγον. τὰ δὲ λοιπὰ ἐς Ῥώμην ἔπεμψεν ἐπὶ τῶν εἰλημμένων νεῶν, ὅσα χρυσὸς ἄργυρος ἦν ἐλέφας. μὲν δὴ πόλις ἔθυεν ἐπὶ πρεῖς ἡμέρας ὡς τῆς πατρῴας εὐπραξίας ἐκ πόνων πολλῶν αὖθις ἀνακυπτούσης, δὲ Ἰβηρία καὶ οἱ ἐν αὐτῇ Φοίνικες κατεπεπλήγεσαν τῷ μεγέθει καὶ τάχει τοῦ τολμήματος.


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: